ὅταν οὖν ἀκούσῃς ὀφθέντα θεὸν ἀνθρώπῳ, τοῦτο γίνεσθαι νόει χωρὶς φωτὸς αἰσθητοῦ· νοήσει γὰρ τὸ νοητὸν εἰκὸς μόνον καταλαμβάνεσθαι. πηγὴ δὲ τῆς καθαρωτάτης αὐγῆς θεός ἐστιν· ὥσθ’ ὅταν ἐπιφαίνηται ψυχῇ, τὰς ἀσκίους καὶ περιφανεστάτας ἀκτῖνας ἀνίσχει. μὴ μέντοι νομίσῃς τὸ ὄν, ὅ ἐστι πρὸς ἀλήθειαν ὄν, ὑπ’ ἀνθρώπου τινὸς καταλαμβάνεσθαι. ὄργανον γὰρ οὐδὲν ἐν ἑαυτοῖς ἔχομεν, ᾧ δυνησόμεθα ἐκεῖνο φαντασιωθῆναι, οὔτ’ αἴσθησιν — αἰσθητὸν γὰρ οὐκ ἔστιν — οὔτε νοῦν. Μωυσῆς οὖν ὁ τῆς ἀειδοῦς φύσεως θεατὴς [καὶ θεόπτης] — εἰς γὰρ τὸν γνόφον φασὶν αὐτὸν οἱ θεῖοι χρησμοὶ εἰσελθεῖν (Exod. 20,21), τὴν ἀόρατον καὶ ἀσώματον οὐσίαν αἰνιττόμενοι — πάντα διὰ πάντων ἐρευνήσας ἐζήτει τὸν τριπόθητον καὶ μόνον ἀγαθὸν τηλαυγῶς ἰδεῖν. ἐπεὶ δ’ οὐδὲν εὕρισκεν, ἀλλ’ οὐδὲ ἐμφερῆ τινα ἰδέαν τῷ ἐλπιζομένῳ, τὴν ἀπὸ τῶν ἄλλων διδασκαλίαν ἀπογνοὺς ἐπ’ αὐτὸ καταφεύγει τὸ ζητούμενον καὶ δεῖται λέγων· „ἐμφάνισόν μοι σεαυτόν, γνωστῶς ἴδω σε“ (Exod. 33,13)· καὶ ὅμως ἀμοιρεῖ τῆς προθέσεως, αὐταρκεστάτης δωρεᾶς τῷ θνητῶν ἀρίστῳ γένει νομισθείσης τῆς τῶν μετὰ τὸ ὂν σωμάτων τε ὁμοῦ καὶ πραγμάτων ἐπιστήμης. λέγεται γάρ· „ὄψει τὰ ὀπίσω μου, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι“ (ibid. 23), ὡς τῶν ὅσα μετὰ τὸ ὂν σωμάτων τε ὁμοῦ καὶ 1 post φ ras. in Β 8 νοήσῃς τὸ ὄν, ὅπερ πρὸς Hoeschel 9 ὄργανον Mang.: ὁρᾶν codd. 10 φαντασιωθῆναι Cohn: φαντασιασθῆναι codd. 11 γὰρ ex Coisl. 43 et codice Oxon. Coll. Novi 143 Mang.: οὑν ΑΒ ἔστιν] ἦν Hoesch. νοῦν scripsi: ἰσχύν codd. Μωσῆς codd. 12 καὶ θεόπτης secl. Cohn, καὶ θεοπρόπος coniciebam αὐτόν φασιν Β 13 θεῖοι D: om. codd. καὶ ἀσώματον D: om. codd. 15 ἀγαθὸν D: om. codd. 16 τῶν ἐλπιζομένων Hoesch. 18 γνωστῶς] εἰ s. s. Β, ἵνα add. Richter ὅμως D: ὁμοίως codd. 19 θνητῶν Mang.: θνητῷ codd. 20 τῶν addidi 12—19. 158,2 DC fol. 44r ἐκ τοῦ περὶ τῶν μετονομαζομένων DR fol. 55v τοῦ αὐτοῦ ἐκ τῶν μετονομαζομένων DH fol. 65v τοῦ αὐτοῦ: τὸν Μωυσῆν φασιν οἱ θεῖοι χρησμοὶ εἰς τὸν γνόφον εἰσελθεῖν, τὴν . . . . . . διὰ πάντων ἐρευνήσαντα (διερευνήσαντα DR) τὸ μόνον ἰδεῖν μὴ ἱσχῦσαι· ἐπειδήπερ οὐδὲν εὕρισκεν (ηὕρισκεν DR) οὐδὲ ἐμφερῆ τινα ἰδέαν DC DH) ἐν τῷ ἐλπιζομένῳ . . . . . . . . προθέσεως τῷ μὴ πεφυκέναι ὁρᾶσθαι τὸ ὄν θεόν DR). postrema τῷ—ὄν olim in textu lin. 6 addebam, nunc ex p. 158,2 fluxisse puto. πραγμάτων εἰς κατάληψιν ἐρχομένων, εἰ καὶ μὴ πάντα ἤδη καταλαμβάνεται, μόνου δ’ ἐκείνου μὴ πεφυκότος ὁρᾶσθαι. καὶ τί θαυμαστόν, εἰ τὸ ὂν ἀνθρώποις ἀκατάληπτον, ὁπότε καὶ ὁ ἐν ἑκάστῳ νοῦς ἄγνωστος ἡμῖν; τίς γὰρ ψυχῆς οὐσίαν εἶδεν; ἧς ἡ ἀδηλότης μυρίας ἔριδας σοφισταῖς ἐγέννησεν ἐναντίας εἰσηγουμένοις γνώμας ἢ καὶ ὅλοις γένεσιν ἀντιστατούσας.