<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="56"><p>ἀλλ’ ὁ μὲν ἄκων ἀμαθής, ὁ δ’ ἑκὼν
εὐάγωγος· οὗ χάριν καὶ ἐπὶ πρόσωπον πεσεῖν λέγεται, ἐπὶ τὰς αἰσθήσεις,
ἐπὶ τὸν λόγον, ἐπὶ τὸν νοῦν, μονονοὺ βοῶν καὶ κεκραγώς, ὅτι πέπτωκε
<note xml:lang="mul" type="footnote"><lb/>1 ἐντελὴς D: παντελὴς codd.
<lb/>4 δ’ B τὸν δὲ ᾑρημένον et ἀπολήψεσθαι conicio 
<lb/>7 ἀξίων] ἀξί in ras. Β
<lb/>11 τὸν] τῶν Α ἀναγεγραφὼς conicio συντάξεσι Mang.: πράξεσι codd.
<lb/>12 pr. καὶ] ὃν coni. Mang.
<lb/>15 ὑφηγήσεσι coni. Mang.
<lb/>16 οὐδένειαν scripsi: οὐθένειαν codd.
<lb/>18 τὴν πᾶσαν σύστασιν coni. Mang. σύμπασαν φύσιν (vel γένεσιν) <add>κινούμενος αὐτὸς κίνησιν</add> οὐ <add>τὴν</add> διὰ conicio οὐ <add>τὴν</add> διὰ σκελῶν <add>κίνησιν</add> Markland 18.
<lb/>19 ἀνθρωπόμορφος <add>ὁ θεός</add> conicio
<lb/>19 τὴν <add>τὸ</add> coni. Cohn ἐμφαίνων οὐσίαν Markland
<lb/>20 ἄλλας coni. Mang. δεχόμενος D
<lb/>21 ὁ δυστυχής codd.: δυστυχής ἐστιν D ἐστὶν om. Β, ante ὁ pos. D
<lb/>22 ἀσταθής coni. Mang.</note>  

<pb n="v.3.p.167"/>
μὲν αἴσθησις ἐξ αὑτῆς ἀδυνατοῦσα αἰσθάνεσθαι, εἰ μὴ προμηθείᾳ τοῦ
σωτῆρος ἀνεγερθείη πρὸς τὴν τῶν ὑποκειμένων σωμάτων ἀντίληψιν,
πέπτωκε δὲ καὶ ὁ λόγος ἑρμηνεῦσαί τι τῶν ὄντων ἀδυνατῶν, εἰ μὴ διανοίξας
τὸ στόμα καὶ τὴν γλῶτταν ἀρθρώσας ὁ τὸ φωνητήριον ὄργανον
<lb n="5"/> κατεσκευακὼς καὶ ἁρμοσάμενος πλήξειε τοὺς φθόγγους μουσικῶς, πέπτωκε
δὲ καὶ ὁ βασιλεὺς νοῦς τὰς καταλήψεις ἀφῃρημένος, εἰ μὴ πάλιν αὐτὸν
ἐγείρας ὁ ζῳοπλάστης ἱδρύσαιτο καὶ ἐνομματώσας ὀξυδερκέσι κόραις ἀγάγοι
πρὸς τὴν τῶν ἀσωμάτων θέαν πραγμάτων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="57"><p><milestone unit="altref" n="8"/><milestone unit="altpage2" n="p. 587 M."/> Ἀγάμενος οὖν τὸν αὑτὸν ἀποδιδράσκοντα τρόπον καὶ ἑκούσιον <lb n="10"/> πτῶμα πίπτοντα διὰ τὴν ὁμολογίαν ἣν ὡμολόγησε περὶ τοῦ ὄντος, ὅτι
πρὸς ἀλήθειαν ἑστὼς ἓν ἦν ἄρα, τῶν μετ’ αὐτὸ τροπὰς καὶ μεταβολὰς
παντοίας ἐνδεχομένων, ἐνηχεῖ τε καὶ λόγου μεταδίδωσι φάσκων· „κἀγώ,
ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ“ (Gen. 17,4).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="58"><p>τοῦτο δὲ τοιοῦτον ὑποβάλλει νοῦν· εἴδη μὲν διαθήκης ἐστὶ πάμπολλα χάριτας καὶ δωρεὰς
<lb n="15"/> τοῖς ἀξίοις ἀπονέμοντα, τὸ δ’ ἀνώτατον γένος διαθηκῶν αὐτὸς ἐγώ εἰμι.
δείξας γὰρ ἑαυτόν, ὡς ἐνῆν δειχθῆναι τὸν ἄδεικτον, διὰ τοῦ φάναι
„κἀγὼ“ ἐπιλέγει· „ἰδοὺ ἡ διαθήκη μου“· ἡ πασῶν χαρίτων ἀρχή τε
καὶ πηγὴ αὐτός εἰμι ἐγώ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="59"><p>τοῖς μὲν γὰρ δι’ ἑτέρων τὰς εὐεργεσίας εἴωθε προτείνειν ὁ θεός, γῆς, ὕδατος, ἀέρος, ἡλίου, σελήνης, οὐρανοῦ,
<lb n="20"/> δυνάμεων ἄλλων ἀσωμάτων, τοῖς δὲ δι’ ἑαυτοῦ μόνου, κλῆρον ἀποφήνας
τῶν λαμβανόντων ἑαυτόν, οὓς εὐθέως καὶ προσρήσεως ἑτέρας ἠξίωσε.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="60"><p>λέγεται γὰρ ὅτι „οὐ κληθήσεται τὸ ὄνομά σου Ἀβράμ, ἀλλ’ ἔσται τὸ ὄνομά σου Ἀβραάμ“ (Gen. 17,5). ἔνιοι μὲν οὖν τῶν φιλαπεχθημόνων
καὶ μώμους ἀεὶ τοῖς ἀμώμοις προσάπτειν ἐθελόντων οὐ σώμασι μᾶλλον
<lb n="25"/> ἢ πράγμασι καὶ πόλεμον ἀκήρυκτον πολεμούντων τοῖς ἱεροῖς πάνθ’ ὅσα
μὴ τὸ εὐπρεπὲς ἐν λόγῳ διασῴζειν δοκεῖ σύμβολα φύσεως τῆς ἀεὶ
κρύπτεσθαι φιλούσης ὑπάρχοντα μετὰ ἀκριβοῦς ἐρεύνης φαυλίσαντες
ἐπὶ διαβολῇ προφέρουσι, διαφερόντως δὲ τὰς τῶν ὀνομάτων μεταθέσεις.
</p></div></div></body></text></TEI>