εὐλόγως οὖν ἔφη· „γίνου ἄμεμπτος“ (Gen. 17, 1), μέγα πλεονέκτημα πρὸς εὐδαίμονα βίον ὑπολαβὼν εἶναι τὸ ἀναμάρτητον καὶ ἀνυπαίτιον. τῷ δὲ ᾑρημένῳ ζῆν τὸν τρόπον τοῦτον καὶ κλῆρον κατὰ διαθήκας ἀπολείψειν ὁμολογεῖ τὸν ἁρμόζοντα δοῦναι μὲν θεῷ, λαβεῖν δὲ σοφῷ. φησὶ γάρ· „θήσω τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ“ (Gen. 17, 2). διαθῆκαι δὲ ἐπ’ ὠφελείᾳ γράφονται τῶν δωρεᾶς ἀξίων, ὥστε σύμβολον εἶναι διαθήκην χάριτος, ἣν μέσην ἔθηκεν ὁ θεὸς ἑαυτοῦ τε ὀρέγοντος καὶ ἀνθρώπου λαμβάνοντος. ὑπερβολὴ δὲ εὐεργεσίας τοῦτό ἐστι, μὴ εἶναι θεοῦ καὶ ψυχῆς μέσον, ὅτι μὴ τὴν παρθένον χάριτα. τὸν δὲ περὶ διαθηκῶν σύμπαντα λόγον ἐν δυσὶν ἀναγέγραφα συντάξεσι καὶ ὑπὲρ τοῦ μὴ παλινῳδεῖν ἑκὼν ὑπερβαίνω καὶ ἅμα μὴ βουλόμενος ἀπαρτᾶν τὸ συμφυὲς τῆς πραγματείας. Λέγεται δ’ ἑξῆς· „ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον“ (ibid. 3). ἆρ’ οὐκ ἔμελλεν ὑποσχέσεσι θείαις γνῶναί τε ἑαυτὸν καὶ τὴν τοῦ θνητοῦ γένους οὐδένειαν καὶ πεσεῖν παρὰ τὸν ἑστῶτα εἰς ἔνδειξιν τῆς ὑπολήψεως, ἣν περὶ ἑαυτοῦ τε ἔσχε καὶ θεοῦ, ὅτι ὁ μὲν κατὰ τὰ αὐτὰ ἑστὼς κινεῖ τὴν σύμπασαν στάσιν, οὐ διὰ τῶν σκελῶν — οὐ γὰρ ἀνθρωπόμορφος —, ἀλλὰ τὴν ἄτρεπτον καὶ ἀμετάβλητον ἐμφαίνουσαν, ὁ δ’ οὐδέποτε ἐν ταὐτῷ βεβαίως ἱδρυμένος ἄλλοτε ἀλλοίας δέχεται μεταβολὰς καὶ ὑποσκελιζόμενος, ὁ δυστυχής, — ὄλισθος γὰρ σύμπας ὁ βίος ἐστὶν αὐτῷ — μέγα πτῶμα πίπτει;