„περιπατήσω“ γάρ φησιν „ἐν ὑμῖν, καὶ ἔσομαι ὑμῶν θεός“ (Lev. 26,12). οἱ δὲ τὰς ὥρας τοῦ ἔτους καιροὺς εἶναι λέγοντες οὐ κυρίως καταχρῶνται τοῖς ὀνόμασιν, ἅτε μὴ πάνυ τὰς φύσεις τῶν πραγμάτων ἠκριβωκότες, ἀλλὰ πολλοῦ τοῦ εἰκῇ μετέχοντες. Ἐπιτείνων δὲ τὸ κάλλος τοῦ γεννωμένου φησὶν αὐτὸ „ἐν τῷ ἐνιαυτῷ τῷ ἑτέρῳ“ (Gen. 17,21) γεννηθήσεσθαι, ἐνιαυτὸν ἕτερον οὐ τὸ τοῦ χρόνου μηνύων διάστημα, ὃ ταῖς σεληνιακαῖς ἢ ἡλιακαῖς ἀναμετρεῖται περιόδοις, ἀλλὰ τὸ ἔκτοπον καὶ ξένον καὶ καινὸν ὄντως, ἕτερον τῶν ὁρωμένων καὶ αἰσθητῶν, ἐν ἀσωμάτοις καὶ νοητοῖς ἐξεταζόμενον, ὅπερ τὸ χρόνου παράδειγμα καὶ ἀρχέτυπον εἴληχεν, αἰῶνα. αἰὼν δὲ ἀναγράφεται τοῦ νοητοῦ βίος κόσμου, ὡς αἰσθητοῦ χρόνος. ἐν ᾧ ἐνιαυτῷ καὶ „τὴν ἑκατοστεύουσαν εὑρίσκει κριθὴν“ (Gen. 26,12) ὁ τὰς θεοῦ χάριτας ἐπὶ γενέσει πλειόνων σπείρας ἀγαθῶν, ἵν’ ὡς πλεῖστοι τῶν ἐπαξίων τυχεῖν μεταλάβωσιν. ἀλλὰ γὰρ τῷ σπείραντι καὶ θερίζειν ἔθος· ὁ δ’ ἔσπειρε μὲν ἐπιδεικνύμενος τὴν ἐχθρὰν φθόνου καὶ κακίας ἀρετήν, εὑρεῖν δέ, ἀλλ’ οὐ θερίσαι λέγεται· ὁ γὰρ στάχυν 1 #x003E; πληθυνῶ coni. Mang. 5 αὐτομαθοῦς δέ τὸ ἐρρωμενέστερον coni. Mang. τῶ ἐρρωμένω Β 8 ἂν addidi 9 καὶ] καὶ ἡ B 10 Μωσῆς codd. 11 ἀποδεδειλιακόσι coni. Mang. 18 πολλοῦ om. Β εἰκαίου coni. Mang. 19 αὐτὸν coni. Cohn 21 τὸ addidi ὃ] ὃς coni. Mang. 25 ὡς] ὡς καὶ Mang. 25 cf. ad p. 38,15. ἁδρότερον τῶν εὐεργεσιῶν καὶ πλήρη πεποιηκὼς ἕτερος ἦν, ὃς εὐτρεπισάμενος καὶ ἑτοιμασάμενος ἐλπίδας μείζους καὶ πλείους δωρεὰς προὔθηκε τοῖς ζητοῦσιν εἰς εὕρεσιν. Τὸ δὲ „συνετέλεσε λαλῶν πρὸς αὐτὸν“ (Gen. 17,22) ἴσον ἐστὶ τῷ τὸν ἀκροατὴν αὐτὸν ἐτελείωσε κενὸν ὄντα σοφίας πρότερον καὶ ἀθανάτων λόγων ἐπλήρωσεν. ἐπεὶ δὲ τέλειος ὁ μαθητὴς ἐγένετο, „ἀνέβη κύριος ἀπὸ Ἀβραάμ“ (ibid.) δηλῶν, οὐχ ὅτι διεζεύχθη — φύσει γὰρ θεοῦ ὀπαδὸς ὁ σοφός —, ἀλλὰ τὸ ἑκούσιον τοῦ μαθητοῦ βουλόμενος παραστῆσαι, ἵν’, ὅπερ ἔμαθε, μηκέτι ἐφεστῶτος τοῦ διδάσκοντος χωρὶς ἀνάγκης αὐτὸς ἐπιδεικνύμενος, ἐθελουργῷ καὶ αὐτοκελεύστῳ προθυμίᾳ χρώμενος, ἐνεργῇ δι’ ἑαυτοῦ. δίδωσι γὰρ ὁ διδάσκαλος τῷ μαθόντι τόπον πρὸς τὴν ἄνευ ὑποβολῆς ἑκούσιον μελέτην, ἀλήστου μνήμης ἐγχαράττων βεβαιότατον εἶδος. 1 εὐεργεσιῶν] συνήθων conicio ὃς scripsi: ὁ codd. 7 φησὶ conicio 9 ὅπερ Mang.: ὥσπερ codd.