Τέξεται οὖν σοι ἡ ἀρετὴ υἱὸν γενναῖον ἄρρενα (Gen. 17,19), παντὸς ἀπηλλαγμένον θήλεος πάθους, καὶ καλέσεις τὸ ὄνομα τοῦ υἱοῦ τὸ πάθος, ὅπερ ἂν ἐπ’ αὐτῷ πάθῃς, πείσῃ δὲ πάντως χαράν· ὥστε καὶ τὸ σύμβολον αὐτῆς ὄνομα θήσεις, γέλωτα. καθάπερ λύπη καὶ φόβος ἰδίας ἀναφθέγξεις ἔχουσιν, ἃς ἂν τὸ βιασάμενον καὶ κρατῆσαν ὀνοματοποιήσῃ πάθος, οὕτως εὐβουλίαι καὶ εὐφροσύναι φυσικαῖς ἐκφωνήσεσιν ἀναγκάζουσι χρῆσθαι, ὧν οὐκ ἂν εὕροι τις κυριωτέρας καὶ εὐθυβολωτέρας κλήσεις, κἂν τυγχάνῃ περὶ τὰς κλήσεις σοφός. διό φησιν· „εὐλόγηκα 1 μάθης Β 2 ὀσφραίνονται scripsi: ὄσφρονται codd. 5 σχέσεις Mang.: πείσεις codd. 6 σοφιστὴν Mang.: σοφιστῇ codd. 7 ταῦτα Β ἀφειμένα scripsi: ἐφιέμενα codd., ἀφιέμενα Mang. 10 δὲ add. 11 Μωσέως codd. 14 νείφει codd. 16 ἀπ’ οὐρανοῦ τροφὴν Markland (nisi quod οὖν del.): ἀποτροφήν codd. 17 ἐπινίφει coni. Mang. 18 ἔχων] χέων Maug. 20 αὐτομάτων Mang.: αὐτομαθῶν codd. ὅλης] ὑλικῆς coni. Mang., ἀνθρωπίνης conicio 21 αὐθιγενεῖ conicio 26 καθάπερ γὰρ coni. 27 ὀνοματοποιήσῃ scripsi: ὄνομα ποιήσῃ codd. 30 τυγχάνοι Α αὐτόν, αὐξήσω αὐτόν, πληθυνῶ, δώδεκα ἔθνη γεννήσει“ (ibid. 20), τὸν κύκλον καὶ τὸν χορὸν ἅπαντα τῶν σοφιστικῶν προπαιδευμάτων. „τὴν δὲ διαθήκην μου στήσω πρὸς Ἰσαάκ“ (ibid. 21), ἵν’ ἑκατέρας ἀρετῆς τὸ ἀνθρώπων μεταποιῆται γένος, διδακτῆς τε καὶ αὐτομαθοῦς, τὸ μὲν ἀσθενέστερον διδασκομένης, ἑτοίμης δὲ τὸ ἐρρωμένον. „Εἰς δὲ τὸν καιρὸν τοῦτον τέξεταί σοι“, φησίν, ἡ σοφία χαράν (ibid.). ποῖον, ὦ θαυμασιώτατε, δεικνύεις καιρόν; ἢ τὸν ὑπὸ γενέσεως ἄδεικτον μόνον; ὁ γὰρ ἀληθὴς αὐτὸς ἂν εἴη καιρός, ἀνατολὴ τῶν ὅλων, ἡ εὐπραξία καὶ εὐκαιρία γῆς, οὐρανοῦ, τῶν μεταξὺ φύσεων, ζῴων ὁμοῦ καὶ φυτῶν ἁπάντων. ὅθεν καὶ Μωυσῆς ἐθάρρησεν εἰπεῖν τοῖς ἀποδεδρακόσι καὶ μὴ θέλουσι τὸν ὑπὲρ ἀρετῆς ἄρασθαι πόλεμον πρὸς τοὺς ἀντιτεταγμένους· „ἀφέστηκεν ὁ καιρὸς ἀπ’ αὐτῶν, ὁ δὲ κύριος ἐν ἡμῖν“ (Num. 14,9). μόνον γὰρ οὐκ ἄντικρυς ὁμολογεῖ τὸν θεὸν καιρόν, ὃς παντὸς μὲν ἀσεβοῦς μακρὰν ἀφέστηκεν, ἀρετώσαις δ’ ἐμπεριπατεῖ ψυχαῖς.