<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="26"><p>ἀλλὰ μὴ νομίσῃς τὸν αὐτὸν τρόπον ἄνθρωπόν τε γίνεσθαι καὶ ἄνθρωπον θεοῦ· ἄνθρωπον μὲν γάρ, θεοῦ ὡς κτῆμα· ἄνθρωπον δὲ θεοῦ,
ὡς αὔχημα καὶ ὠφέλημα. εἰ δὴ βούλει διανοίας κλῆρον τὸν θεὸν ἔχειν,
αὐτὸς πρότερον γενοῦ κλῆρος ἀξιόχρεως αὐτοῦ· γενήσῃ δέ, ἂν τοὺς
<lb n="20"/> χειροποιήτους καὶ ἑκουσίους ἅπαντας νόμους ἐκφύγῃς. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="27"><p><milestone unit="altref" n="4"/> ἀλλὰ γὰρ οὐδ’ ἐκεῖνο προσῆκεν ἀγνοεῖν, ὅτι τὸ „ἐγώ εἰμι θεὸς σὸς“ (Gen. 17,1)
λέγεται καταχρηστικῶς, οὐ κυρίως. τὸ γὰρ ὄν, ᾗ ὄν ἐστιν, οὐχὶ τῶν
πρός τι· αὐτὸ γὰρ ἑαυτοῦ πλῆρες καὶ αὐτὸ ἑαυτῷ ἱκανόν, καὶ πρὸ τῆς
τοῦ κόσμου γενέσεως καὶ μετὰ τὴν γένεσιν τοῦ παντὸς ἐν ὁμοίῳ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="28"><p><lb n="25"/> ἄτρεπτον γὰρ καὶ ἀμετάβλητον, χρῇζον ἑτέρου τὸ παράπαν οὐδενός, ὥστε αὐτοῦ μὲν εἶναι τὰ πάντα, μηδενὸς δὲ κυρίως αὐτό. τῶν δὲ δυνάμεων, ἃς ἔτεινεν εἰς γένεσιν ἐπ’ εὐεργεσίᾳ τοῦ συσταθέντος, ἐνίας συμβέβηκε
λέγεσθαι ὡσανεὶ πρός τι, τὴν βασιλικήν, τὴν εὐεργετικήν· βασιλεὺς
γάρ τινος καὶ εὐεργέτης τινὸς ἑτέρου πάντως βασιλευομένου καὶ
 εὐεργετουμένου.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="29"><p>τούτων συγγενής ἐστι καὶ  <milestone unit="altpage2" n="p. 583 M."/> ἡ ποιητικὴ δύναμις, ἡ καλουμένη <lb n="31"/> θεός· διὰ γὰρ ταύτης τῆς δυνάμεως ἔθηκε τὰ πάντα ὁ γεννήσας
<note xml:lang="mul" type="footnote"><lb/>1 αἴρεται scripsi: αἱρεῖται codd. νουθεσίαν coni. Mang.
<lb/>2 ἀφρόνων A: ἀμφοτέρων Β 
<lb/>3 καθὰ coni. Cohn
<lb/>4 σὸς <add>καὶ ἑτέρωθι</add>  conicio ὁ addidi
<lb/>5 καὶ transpos. B
<lb/>6 δεκαλόγοις codd. ἐγὼ—σου om. Β
<lb/>7 ὑμῶν Hoesch.: codd.
<lb/>13 ὡς fort. del. Μωυσέος codd.
<lb/>15 ἰσορρεποῦς Β 15.
<lb/>16 ἀντιδόσεως, ἀξιωθῆναι θείας προνοίας αὐτόν conicio
<lb/>18 δὴ A: δὲ Β 18.
<lb/>19 διάνοια et αὐτὴ conicio
<lb/>24 <add>μένον</add> ἐν conicio
<lb/>28 πρός τι ὡσανεί transpon.</note>  

<pb n="v.3.p.162"/>
καὶ τεχνιτεύσας πατήρ, ὥστε τὸ „ἐγώ εἰμι θεὸς σὸς“ ἴσον ἐστὶ τῷ ἐγώ
 εἰμι ποιητὴς καὶ δημιουργός.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="30"><p>μεγίστη δὲ δωρεὰ τὸ αὐτοῦ λαχεῖν ἀρχιτέκτονος,
οὗ καὶ σύμπας ὁ κόσμος ἔλαχε. φαύλου μὲν γὰρ ψυχὴν οὐ
διέπλασεν — ἐχθρὸν γὰρ θεῷ κακία —, τὴν δὲ μέσην οὐ δι’ ἑαυτοῦ
μόνου κατὰ τὸν ἱερώτατον Μωυσῆν, ἐπειδὴ κηροῦ τρόπον ἔμελλεν αὕτη <lb n="5"/>
 δέξασθαι καλοῦ τε καὶ αἰσχροῦ διαφοράν.</p></div></div></body></text></TEI>