ἀλλὰ μὴ νομίσῃς τὸν αὐτὸν τρόπον ἄνθρωπόν τε γίνεσθαι καὶ ἄνθρωπον θεοῦ· ἄνθρωπον μὲν γάρ, θεοῦ ὡς κτῆμα· ἄνθρωπον δὲ θεοῦ, ὡς αὔχημα καὶ ὠφέλημα. εἰ δὴ βούλει διανοίας κλῆρον τὸν θεὸν ἔχειν, αὐτὸς πρότερον γενοῦ κλῆρος ἀξιόχρεως αὐτοῦ· γενήσῃ δέ, ἂν τοὺς χειροποιήτους καὶ ἑκουσίους ἅπαντας νόμους ἐκφύγῃς. ἀλλὰ γὰρ οὐδ’ ἐκεῖνο προσῆκεν ἀγνοεῖν, ὅτι τὸ „ἐγώ εἰμι θεὸς σὸς“ (Gen. 17,1) λέγεται καταχρηστικῶς, οὐ κυρίως. τὸ γὰρ ὄν, ᾗ ὄν ἐστιν, οὐχὶ τῶν πρός τι· αὐτὸ γὰρ ἑαυτοῦ πλῆρες καὶ αὐτὸ ἑαυτῷ ἱκανόν, καὶ πρὸ τῆς τοῦ κόσμου γενέσεως καὶ μετὰ τὴν γένεσιν τοῦ παντὸς ἐν ὁμοίῳ. ἄτρεπτον γὰρ καὶ ἀμετάβλητον, χρῇζον ἑτέρου τὸ παράπαν οὐδενός, ὥστε αὐτοῦ μὲν εἶναι τὰ πάντα, μηδενὸς δὲ κυρίως αὐτό. τῶν δὲ δυνάμεων, ἃς ἔτεινεν εἰς γένεσιν ἐπ’ εὐεργεσίᾳ τοῦ συσταθέντος, ἐνίας συμβέβηκε λέγεσθαι ὡσανεὶ πρός τι, τὴν βασιλικήν, τὴν εὐεργετικήν· βασιλεὺς γάρ τινος καὶ εὐεργέτης τινὸς ἑτέρου πάντως βασιλευομένου καὶ εὐεργετουμένου. τούτων συγγενής ἐστι καὶ ἡ ποιητικὴ δύναμις, ἡ καλουμένη θεός· διὰ γὰρ ταύτης τῆς δυνάμεως ἔθηκε τὰ πάντα ὁ γεννήσας 1 αἴρεται scripsi: αἱρεῖται codd. νουθεσίαν coni. Mang. 2 ἀφρόνων A: ἀμφοτέρων Β 3 καθὰ coni. Cohn 4 σὸς καὶ ἑτέρωθι conicio ὁ addidi 5 καὶ transpos. B 6 δεκαλόγοις codd. ἐγὼ—σου om. Β 7 ὑμῶν Hoesch.: codd. 13 ὡς fort. del. Μωυσέος codd. 15 ἰσορρεποῦς Β 15. 16 ἀντιδόσεως, ἀξιωθῆναι θείας προνοίας αὐτόν conicio 18 δὴ A: δὲ Β 18. 19 διάνοια et αὐτὴ conicio 24 μένον ἐν conicio 28 πρός τι ὡσανεί transpon. καὶ τεχνιτεύσας πατήρ, ὥστε τὸ „ἐγώ εἰμι θεὸς σὸς“ ἴσον ἐστὶ τῷ ἐγώ εἰμι ποιητὴς καὶ δημιουργός. μεγίστη δὲ δωρεὰ τὸ αὐτοῦ λαχεῖν ἀρχιτέκτονος, οὗ καὶ σύμπας ὁ κόσμος ἔλαχε. φαύλου μὲν γὰρ ψυχὴν οὐ διέπλασεν — ἐχθρὸν γὰρ θεῷ κακία —, τὴν δὲ μέσην οὐ δι’ ἑαυτοῦ μόνου κατὰ τὸν ἱερώτατον Μωυσῆν, ἐπειδὴ κηροῦ τρόπον ἔμελλεν αὕτη δέξασθαι καλοῦ τε καὶ αἰσχροῦ διαφοράν.