μὴ θαυμάσῃς δ’ , εἰ πάντα φέρων σπουδαῖα ὁ θεὸς ἤνεγκε καὶ τοῦτο τὸ γένος, σπάνιον μὲν ἐπὶ γῆς, πάμπολυ δ’ ἐν οὐρανῷ. 3 διακρίνεσθαι conicio τὴν Β: τὸν Α 4 αὐτῆς ex LXX Mang.: αὐτῶν codd. 8 ὑπερβαλούσης Β 9 οὐ om. Β 18 σοι Β: om. Α 19 prius ἡ] καὶ coni. Mang. τὰ ἀγαθὰ Β 20 θεῷ scripsi: θεοῦ ΑΒ, θεὸν Cantabrig. Coll. S. Trin. Β. 9.6, τε coni. Mang. 24 ἐπιτάττουσαν] ν add. B2 25 τοῦ πανηγεμόνος Mang.: τῶν ἡγεμόνων codd., τοῦ πάντων ἡγεμόνος coni. Cohn 26 θείας Cobn: θείου codd. 30 δ’ adddidi τὰ σπουδαῖα 31 τὸ Β2 (Mang.): om. AB1 μάθοις δ’ ἂν ἀπὸ τῶν ἄλλων, ἐξ ὧν συνέστηκεν ἄνθρωπος. ἆρά γε οἱ ὀφθαλμοὶ διδαχθέντες ὁρῶσι; τί δ’; οἱ μυκτῆρες ὀσφραίνονται μαθήσει; ἅπτονται δ’ αἱ χεῖρες ἢ οἱ πόδες προΐασι κατ’ ἐπιτάγματα ἢ παραινέσεις ὑφηγητῶν; αἱ δ’ ὁρμαὶ καὶ φαντασίαι — πρῶται δ’ εἰσὶν αὗται κινήσεις καὶ σχέσεις ψυχῆς — διδασκαλίᾳ συνέστησαν; παρὰ δὲ σοφιστὴν φοιτήσας ὁ νοῦς ἡμῶν νοεῖν καὶ καταλαμβάνειν ἔμαθε; πάντα ταῦτ’ ἀφειμένα διδασκαλίας ἀπαυτοματιζούσῃ φύσει χρῆται πρὸς τὰς οἰκείας ἐνεργείας. τί οὖν ἔτι θαυμάζεις, εἰ καὶ ἀρετὴν ἄπονον καὶ ἀταλαίπωρον ὁ θεὸς ὀμβρήσει μηδεμιᾶς δεομένην ἐπιστασίας, ἀλλ’ ἐξ ἀρχῆς ὁλόκληρον καὶ παντελῆ; εἰ δὲ καὶ μαρτυρίαν βούλει λαβεῖν, Μωυσέως ἀξιοπιστοτέραν εὑρήσεις; ὅς φησι τοῖς μὲν ἄλλοις ἀνθρώποις ἀπὸ γῆς εἶναι τὰς τροφάς, μόνῳ δὲ ἀπ’ οὐρανοῦ τῷ ὁρατικῷ. ταῖς μὲν οὖν ἀπὸ γῆς καὶ ἄνθρωποι γεωπόνοι συνεργοῦσι, τὰς δ’ ἀπ’ οὐρανοῦ νίφει χωρὶς συμπράξεως ἑτέρων ὁ μόνος αὐτουργὸς θεός. καὶ μὴν λέγεται· „ἰδοὺ ὕω ὑμῖν ἄρτους ἀπ’ οὐρανοῦ“ (Exod. 16,4). τίνα οὖν ἀπ’ οὐρανοῦ τροφὴν ἐνδίκως ὕεσθαι λέγει, ὅτι μὴ τὴν οὐράνιον σοφίαν; ἣν ἄνωθεν ἐπιπέμπει ταῖς ἵμερον ἀρετῆς ἐχούσαις ψυχαῖς ὁ φρονήσεως εὐθηνίαν καὶ εὐετηρίαν ἔχων καὶ τὰ ὅλα ἄρδων καὶ μάλιστα ἐν ἱερᾷ ἑβδόμῃ, ἣν σάββατον καλεῖ (Exod. 16, 23 ss.). τότε γὰρ τὴν τῶν αὐτομάτων ἀγαθῶν φορὰν ἔσεσθαί φησιν, οὐκ ἐξ ὅλης τέχνης ἀνατελλόντων, ἀλλ’ αὐτογενεῖ καὶ αὐτοτελεῖ φύσει βλαστανόντων καὶ τοὺς οἰκείους φερόντων καρπούς.