<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="246"><p>ὅτι, καθάπερ ἐν ἡμῖν ἄριστον ὁ νοῦς, καὶ ἐν ζῴων ἀλόγων γένει τὸ πρόβατον
<lb n="15"/> ἅτε ἡμερώτατον ὑπάρχον καὶ καρπὸν ἐτήσιον ἀνατέλλον ἐξ ἑαυτοῦ πρὸς
ὠφέλειαν ὁμοῦ καὶ κόσμον ἀνθρώπων· ἐσθὴς γὰρ τὰς ἀπὸ κρυμοῦ καὶ
θάλπους ἀνείργει βλάβας καὶ τὰ ἀπόρρητα τῆς φύσεως ἐπισκιάζουσα
πρὸς εὐκοσμίας τοῖς χρωμένοις ἐστί.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="247"><p>σύμβολον οὖν ἔστω τῆς τοῦ ἀρίστου καθάρσεως, διανοίας, τὸ ζῴων ἄριστον, τὸ πρόβατον, λόγου δὲ
<lb n="20"/> τὰ πτηνά· κοῦφόν τε γὰρ ὁ λόγος καὶ πτηνὸν φύσει, βέλους θᾶττον
φερόμενος καὶ πάντῃ διᾴττων. τὸ γὰρ ἅπαξ λεχθὲν ἀναδραμεῖν μὲν
οὐκ ἔστιν, ἔξω δὲ φερόμενον, τάχει πολλῷ τρέχον, πλήττει τὰ ὦτα
καὶ διὰ πάσης ἀκοῆς ἐρχόμενον εὐθὺς ἠχεῖ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="248"><p>δίδυμος δὲ ὁ λόγος, ὁ μὲν ἀληθής, ὁ δὲ ψευδής· οὗ μοι δοκεῖ χάριν ζεύγει τρυγόνων ἢ περιστερῶν
<lb n="25"/> ἐξομοιωθῆναι. τῶν δὲ πτηνῶν τὸ μὲν περὶ ἁμαρτίας φησὶ
δεῖν εἶναι, τὸ δὲ ὁλοκαύτωμα θύειν, ἐπειδὴ τὸν μὲν ἀληθῆ λόγον ὅλον
δι’ ὅλου συμβέβηκεν εἶναι ἱερόν <add>τε καὶ</add> τέλειον, τὸν δὲ ψευδῆ διημαρτῆσθαί
τε καὶ ἐπανορθώσεως δεῖσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="249"><p>πράξεως δέ, ὡς ἔφην, σύμβολον
<note xml:lang="mul" type="footnote"><lb/>2 Μωσῆς codd.
<lb/>3 ἀκουσίοις scripsi: ἀκουσίαις codd.
<lb/>7 ὑπαιτίων Mang.: ὑπαίτιαι codd.
<lb/>11 οὑν seclusi, fort. θῆλυ leg., νῦν coni. Cohn 
<lb/>12 τριῶν μέτρων coni. Mang.
<lb/>15 ἀνατέλλων Α
<lb/>16 ἀσφάλειαν coni. Mang. 
<lb/>17 ἀποσκιάζούσα Hoesch.
<lb/>18 εὐκοσμίας Β: εὐκοσμίαν Α
<lb/>19 ζῷον B(?)v
<lb/>21 φερόμενος et διᾴττων scripsi: φερόμενον et διάττον codd. 
<lb/>24 ζεύγει ex ζεύγη corr. Β
<lb/>25 τὸ Hoesch.: τὰ codd.
<lb/>26 εἶναι fort. secl.
<lb/>27 ὅλων coni. Cohn τε καὶ addidi, καὶ add. Mang.</note> <note xml:lang="lat" type="footnote"><lb/>1 Democriti fr. 105 Natorp, qui omisit testimonia Philonea.</note>  

<pb n="v.3.p.200"/>
ἡ σεμίδαλις· καὶ γὰρ ταύτην συμβέβηκεν οὐκ ἄνευ τέχνης καὶ ἐπινοίας
καθαίρεσθαι, ἀλλὰ χερσὶ σιτοπόνων, ἐπιτήδευμα τὸ πρᾶγμα πεποιηκότων,
διακρίνεται. διὸ καί φησι· „δραξάμενος ὁ ἱερεὺς πλήρη τὴν δράκα τὸ
μνημόσυνον αὐτῆς ἀνοίσει“ (Lev. 5, 12), διὰ τῆς δρακὸς τὸ ἐγχείρημα
 καὶ τὴν πρᾶξιν ἐμφαίνων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="250"><p>ἄγαν δ’ ἐξητασμένως ἐπὶ μὲν τοῦ κτήνους <lb n="5"/>
εἶπεν· „ἐὰν δὲ μὴ ἰσχύῃ ἡ χεὶρ τὸ ἱκανὸν εἰς πρόβατον“ (ibid. 5,7),
ἐπὶ δὲ τῶν πτηνῶν· „ἐὰν δὲ μὴ εὑρίσκῃ“ (ibid. 5,11). διὰ τί; ὅτι
μεγάλης μὲν ἰσχύος καὶ ὑπερβαλλούσης δυνάμεώς ἐστι καταλῦσαι τὰς
τῆς διανοίας τροπάς, οὐ μεγάλης δὲ ῥώμης τὰ λόγων ἐπισχεῖν ἁμαρτήματα.
</p></div></div></body></text></TEI>