ἄρρηκτον. διὰ τί δὲ τὸ λέγειν τοῦ νοεῖν τὰ μὴ προσήκοντα βαρύτερον ἁμάρτημα, ῥᾷον ἰδεῖν. ἐνθυμεῖται μέν τις οὐ παρ’ ἑαυτὸν ἔστιν ὅτε, ἀλλ’ ἀβουλῶν· ὧν γὰρ οὐ θέλει λαμβάνειν ἐννοίας ἀναγκάζεται, τῶν δ’ ἀκουσίων οὐδὲν ὑπαίτιον. λέγει δέ τις ἑκών, ὥστε, εἰ μὴ εὔφημον προΐεται φωνήν, ἀδικεῖ κακοδαιμονῶν, ὁ μηδ’ ἐκ τύχης ἐθέλων τι τῶν ἐπιεικεστέρων φθέγξασθαι· ᾧ λυσιτελὲς τὴν ἀσφαλεστάτην ἡσυχίαν δεξιοῦσθαι· κἄπειτα μὴ ἡσυχάζων τις δύναται δήπου βουληθεὶς σιωπᾶν. τὸ δὲ καὶ τοῦ λέγειν βαρύτερον ἁμάρτημα ἡ ἄδικος πρᾶξίς ἐστι· 2 καρδίᾳ om. Β 6 δυσαπότρεπτον coni. Mang. 7 εἰς om. D Barocc. 8 τροπὴν ψυχῆς D Barocc. 9 ἀλλ’ ἐπ’ ἀλλήλοις Barocc. τρικυμίαις Barocc. τὸν τρόπον Barocc. ἐπέχει Barocc. φοροῦντα καὶ om. D Barocc. 10 ἀνατρέποντα DM Barocc.: ἐπιστρέφοντα codd., ἐπιτρέποντα DP μὲν γὰρ ἄρκτον Barocc, ἄρρηκτον DM 11 τελειότατον D Barocc. τοῦτό D Barocc. μηδ’ scripsi: μηδὲν codd., μὴ D Barocc, μηδὲ v τι om. D Barocc τῶν om. DM ἀτόπων D Barocc: ἀτοπωτάτων codd. 12 ἐμπολιτεύσασθαι conicio 15 ἀνιέντα Mang.: ἀνέντα codd. 17 ῥᾴδιον conicio 18 ἀλλὰ B 20 κακοδαίμων coni. Mang. ἐκ τύχης] ἐξ ἀρχῆς coni. Mang. 21 τὴν] ἣν coni. Mang. 22 κἄπειτα] ἐπεί τοι conicio 6—11 DP fol. 358v DM fol. 269r τοῦ αὐτοῦ ἐκ τῶν περὶ τῶν μετονομαζομένων Mel. Barocc fol. 168r Φίλωνος: χαλεπὸν τῆς add. Barocc) ψυχῆς — ἀτόπων. 23—199,2 pergit DP DM Mel. Barocc. l. c βαρὺ δὲ τὸ διὰ λόγου τά πονηρά ὅ ἐστιν ἄδικος πρᾶξις. λόγος—βλαβερώτερον. „λόγος γὰρ ἔργου“ φασί „σκιά,“ σκιᾶς δὲ βλαπτούσης πῶς οὐ τὸ ἔργον βλαβερώτερον; διὰ τοῦτο καὶ Μωυσῆς τὴν μὲν γνώμην ἐγκλημάτων καὶ ἐπιτιμίων ἀπήλλαξεν, ἀκουσίοις τὰ πολλὰ μεταβολαῖς χρωμένην καὶ τροπαῖς καὶ πάσχουσαν μᾶλλον ὑπὸ τῶν ἐπεισφοιτώντων νοημάτων ἔξωθεν ἢ δρῶσαν· τὰ δ’ ὅσα ἂν ἐξέλθῃ διὰ τοῦ στόματος, ταῦτ’ εἰς ἀπόλογον καὶ εὐθύνας ἄγει, ὡς ἂν δὴ τοῦ λέγειν ἐφ’ ἡμῖν ὑπάρχοντος. ἀλλ’ αἱ μὲν λόγων εὔθυναι μετριώτεραι, αἱ δ’ ὑπαιτίων ἔργων ἀργαλεώτεραι. μεγάλας γὰρ τάττει τιμωρίας ἐπὶ τοῖς μεγάλα ἀδικοῦσι καὶ ἔργῳ ἐπεξιοῦσιν ἃ γνώμῃ μὲν ἀγνώμονι ἐβουλεύσαντο, προπετείᾳ δὲ γλώττης ἐξελάλησαν. τὰ δὲ καθάρσια τῶν τριῶν, διανοίας, λόγου, πράξεως, εἴρηκεν [οὖν] πρόβατον καὶ ζεῦγος τρυγόνων ἢ περιστερῶν καὶ σεμιδάλεως ἱεροῦ μέτρου δέκατον, ἀξιῶν προβάτῳ μὲν διάνοιαν καθαίρεσθαι, λόγον δὲ τοῖς πτηνοῖς, σεμιδάλει δὲ πρᾶξιν. διὰ τί;