<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="236"><p>σχεδὸν τοίνυν καὶ τὰ ἁμαρτήματα καὶ τὰ κατορθώματα συμβέβηκεν ἐν τρισὶν
ἐξετάζεσθαι, διανοίᾳ, λόγοις, πράξεσιν. οὗ χάριν κἀν τοῖς προτρεπτικοῖς
<lb n="25"/> Μωυσῆς διδάσκων, ὅτι ἡ ἀγαθοῦ κτῆσις οὔτ’ ἀδύνατός ἐστιν οὔτε δυσθήρατος,
φησίν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="237"><p>οὐκ εἰς οὐρανὸν ἀναπτῆναι δεῖ οὐδ’ ἄχρι περάτων γῆς καὶ θαλάττης ἐλθεῖν ἐπὶ τὴν σύλληψιν αὐτοῦ· ἀλλ’ ἐστὶν ἐγγύς, καὶ
σφόδρα ἐγγύς. εἶτα μόνον οὐκ ὀφθαλμοφανῶς δείκνυσι· „πᾶν ἔργον“
φησί „τῷ στόματί σου καὶ τῇ καρδίᾳ καὶ ταῖς χερσί“ (Deut. 30, 12—14),
<lb n="30"/>  συμβολικῶς ἐν λόγοις, ἐν βουλαῖς, ἐν ἔργοις· ἐκ γὰρ εὐβουλίας
καὶ εὐλογίας καὶ εὐπραξίας τὴν ἀνθρωπίνην εὐδαιμονίαν συνίστασθαι,
<note xml:lang="mul" type="footnote"><lb/>1 μὴ καὶ coni. Mang.
<lb/>6 σταθμούμενος Β
<lb/>7 ἰσώτατα coni. Mang. 
<lb/>12 εἰς] εἰς τὸ Hoesch.
<lb/>14 <add>τοῦ</add> οἶφι conicio σεμιδάλεως e codice versionis LXX falso Mang. ἐπιχεεῖ ex LXX Mang.: ἐπιχρίσει codd. 
<lb/>15 λιβανωτόν Mang.
<lb/>17 <add>αὐτῆς</add> ἐπιθήσει conicio; v. § 249
<lb/>24 διανοίαις 
<lb/>25 Μωσῆς codd. ἀγαθοῦ Mang.: ἀγαθὴ codd., τἀγαθοῦ conicio
<lb/>28 δείκνυσι. ἐν γάρ τῶ στόματί σου, φησί, καὶ conicio ἔργον] ῥῆμα ex LXX coni. Mang. 
<lb/>31 εὐδαιμονίαν ἀνθρωπίνην v</note>  

<pb n="v.3.p.198"/>
 ὥσπερ καὶ τὴν κακοδαιμονίαν ἐκ τῶν ἐναντίων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="238"><p>ἐν γὰρ τοῖς αὐτοῖς τό
τε κατορθοῦν καὶ ἁμαρτάνειν χωρίοις ἐστί, καρδίᾳ, στόματι, χειρί· καὶ
γὰρ βουλεύονταί τινες εὐγνωμονέστατα καὶ λέγουσιν ἄριστα καὶ πράττουσι <milestone unit="altpage2" n="p. 615 M."/>
τὰ πρακτέα. τριῶν δὲ ὄντων κουφότατόν ἐστι τὸ βουλεύεσθαι ἃ μὴ
χρή, βαρύτατον δὲ τὸ χειρουργεῖν τὰ ἄδικα, μέσον δὲ τὸ λέγειν ἃ μὴ <lb n="5"/>
 δεῖ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="239"><p>συμβαίνει δὲ τὸ κουφότατον δυσαποτριπτότατον εἶναι· χαλεπὸν γὰρ
ψυχῆς τροπὴν εἰς ἠρεμίαν ἀγαγεῖν, καὶ θᾶττον ἄν τις χειμάρρου φορὰν
ἐπίσχοι ἢ ψυχῆς τροπὴν ῥέουσαν ἀκατασχέτως· ἀμύθητα γὰρ ἐνθύμια
ἄλλα ἐπ’ ἄλλοις τρικυμίας τρόπον ἐπιτρέχει, φοροῦντα καὶ κυκῶντα
 καὶ πᾶσαν αὐτὴν βιαίως ἀνατρέποντα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="240"><p>τὸ μὲν οὖν ἄριστον τῆς καθάρσεως <lb n="10"/>
καὶ τελεώτατον τοῦτ’ ἐστί, μηδ’ ἐνθυμεῖσθαι τι τῶν ἀτόπων,
ἀλλ’ εἰρήνῃ καὶ εὐνομίᾳ, ὧν ἡγεμών ἐστι δικαιοσύνη, πολιτεύσασθαι·
τὸ δὲ δεύτερον, λόγοις μὴ διαμαρτάνειν ψευδόμενον ἢ ψευδορκοῦντα ἢ
ἀπατῶντα ἢ σοφιζόμενον ἢ συκοφαντοῦντα ἢ συνόλως στόμα καὶ γλῶτταν
ἐπ’ ὀλέθρῳ τινῶν ἀνιέντα, οἷς χαλινὸν ἦν ἄμεινον περιθεῖναι καὶ δεσμὸν <lb n="15"/>
</p></div></div></body></text></TEI>