πολλῶν οὖν ἀγαθῶν ὑπαρχόντων ἐν τῇ φύσει τὸ δοκοῦν ἐφαρμόττειν μοι τοῦτο χάρισαι, κἂν μικρότατον ᾖ, στοχασάμενος ἐκείνου μόνου, εἰ 1 ἕν Mang.: ἑνός codd. 3 εἰ om. Β 5 τιμητικός Β 6 μηδὲ scripsi: μὴ codd. 8 δύναται conicio 8. 9 τελείως bis coni. Mang. 9 σου coni. Cohn 10 ἕλοιτο scripsi: ἕληται codd. τῆς Α: τοῖς Β 11 δεκάδα Mang.: πεντάδα codd. 12 ἶνα μὴ Β 13 τῇ γενέσει v ἧς Α: ἢ Β 15 ψυχῆς Α: τῆς B 17 ἐγκεχορευκότες Mang.: κεχορευκότες codd. 18 αὔξεσθαι scripsi αὔξασθαι Mang.): εὔξεσθαι codd. καρτερίας Mang.: ἀρετῆς codd. 18. 19 καὶ ἀρετῆς πάσης om. Β 19 ἐπασκηθέντες coni. Mang. (immo ἐνασκηθέντες) 20 δὲ codd.: δὴ Mang., τελείως conicio 21 Ἡσαῦ A 22 εὐλογία σοι] ἁ et οι in ras. Β2 μία σοι ex LXX conicio ἐστί scripsi: ἔσται codd. δυνήσομαι τὸ δοθὲν φέρειν εὐμαρῶς, ἀλλὰ καὶ μὴ πρὸς τοῦτο ἀπειπὼν ὁ δυστυχὴς ὀκλάσω. τί δ’ οἰόμεθα ἐμφαίνεσθαι διὰ τοῦ· „μὴ χεὶρ κυρίου οὐκ ἐξαρκέσει“ (Num. 11,23) ; ἆρ’ οὐχὶ τὸ πάντῃ τὰς τοῦ ὄντος φθάνειν δυνάμεις ἐπ’ εὐεργεσίᾳ μὴ μόνον τῶν ἐνδόξων ἀλλὰ καὶ τῶν ἀφανεστέρων εἶναι δοκούντων; οἷς τὰ ἁρμόττοντα χαρίζεται πρὸς τὰ τῆς ἑκάστου ψυχῆς σταθμήματα καὶ μέτρα σταθμώμενος καὶ διαμετρῶν ἰσότητι παρ’ ἑαυτῷ τὸ ἀνάλογον ἑκάστοις. καταπλήττει με οὐχ ἥκιστα καὶ ὁ τεθεὶς νόμος ἐπὶ τοῖς ἐκδυομένοις τὰ ἁμαρτήματα καὶ μεταγινώσκειν δοκοῦσι. κελεύει γὰρ τὸ μὲν πρῶτον ἱερεῖον προσάγειν θῆλυ πρόβατον ἄμωμον. „ἐὰν δὲ“ φησί „μὴ ἰσχύῃ ἡ χεὶρ αὐτοῦ τὸ ἱκανὸν εἰς πρόβατον, οἴσει περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτε δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν, ἕνα περὶ ἁμαρτίας καὶ ἕνα εἰς ὁλοκαύτωμα. ἐὰν δὲ μὴ εὑρίσκῃ ἡ χεὶρ αὐτοῦ ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν, οἴσει τὸ δῶρον τὸ δέκατον οἶφι σεμίδαλιν. οὐκ ἐπιχεεῖ ἐπ’ αὐτὸ ἔλαιον οὐδ’ ἐπιθήσει ἐπ’ αὐτὸ λίβανον, ὅτι περὶ ἁμαρτίας ἐστί. καὶ οἴσει αὐτὸ πρὸς τὸν ἱερέα, καὶ δραξάμενος ὁ ἱερεὺς ἀπ’ αὐτοῦ πλήρη τὴν δράκα τὸ μνημόσυνον ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον“ (Lev. 5,7. 11. 12). οὐκοῦν τρισὶ μετανοίας τρόποις ἱλάσκεται τοῖς εἰρημένοις, κτήνεσιν ἢ πτηνοῖς ἢ λευκοπύροις, πρὸς τὴν τοῦ καθαιρομένου καὶ μετανοοῦντος δήπου δύναμιν· οὔτε γὰρ μικρὰ μεγάλων οὔτε μεγάλα μικρῶν δεῖται καθαρσίων, τῶν δὲ πρὸς τὸ ἀνάλογον ἴσων καὶ ὁμοίων. τί δήποτ’ οὖν διὰ τριῶν ἡ κάθαρσις, ἄξιον ἐρευνῆσαι.