σὺ δὲ τοιαῦτα ἐπιτάγματα ἐπιτάξεις υἱεῖ τῷ σεαυτοῦ; εἰ μὴ τοῖς οἰκέταις ἡμέρως χρῇ, μηδὲ τοῖς ὁμοτίμοις κοινωνικῶς· εἰ μὴ κοσμίως γυναικί, μηδὲ γονεῦσι τιμητικῶς· εἰ μητρὸς ὀλιγωρεῖς καὶ πατρός, ἀσέβει καὶ εἰς τὸ θεῖον. εἰ χαίρεις ἡδονῇ, μη δὲ φιλαργυρίας ἀποστῇς. ἐφίεσαι πολυχρηματίας; καὶ κενοδόξει. τί γάρ; οὐ μετριάζειν ἐν ἐνίοις ἀξιοῖς, εἰ μὴ ἐν πᾶσι δύνασαι; οὐκ ἂν οὖν εἴποι ὁ υἱός· τί λέγεις, ὦ πάτερ; ἢ τέλειον ἀγαθὸν ἢ τέλειον κακὸν βούλει σοι τὸν υἱὸν γενέσθαι καὶ οὐκ ἀγαπήσεις, εἰ πρὸ τῶν ἄκρων τὰ μέσα ἕλοιτο; οὐ διὰ τοῦτο καὶ ὁ Ἀβραὰμ ἐπὶ τῆς Σοδομιτῶν ἀπωλείας ἀρξάμενος ἀπὸ πεντηκοντάδος εἰς δεκάδα τελευτᾷ (Gen. 18,24. 32), ποτνιώμενος καὶ ἱκετεύων, ἵν’, εἰ μὴ εὑρίσκοιτο ἐν γενέσει ἡ παντελὴς εἰς ἐλευθερίαν ἄφεσις (Lev. 25, 10), ἧς σύμβολον ὁ πεντηκοστὸς λόγος ἱερός, ἡ μέση παιδεία παραληφθῇ δεκάδι παραριθμουμένη πρὸς τὴν τῆς καταδικάζεσθαι ψυχῆς μελλούσης ἀπόλυσιν; τῶν ἀναγώγων οἱ πεπαιδευμένοι καὶ τῶν ἀλύρων καὶ ἀμούσων οἱ ἐγ κεχορευκότες τῇ ἐγκυκλίῳ μουσικῇ πλείους ἀφορμὰς ἔχουσι πρὸς τὸ αὔξεσθαι, σχεδὸν ἐκ παίδων τοῖς περὶ καρτερίας καὶ ἐγκρατείας καὶ ἀρετῆς πάσης λόγοις ἐπαντληθέντες. διὸ εἰ καὶ μὴ παντελῶς ἐξερρύψαντο καὶ ἀπελούσαντο τὸ ἀδικεῖν φαιδρυνόμενοι δέ, ἀλλὰ μετρίως γοῦν καὶ μέσως ἐρρύψαντο. τὸ παραπλήσιον ὁ Ἠσαῦ λέγειν ἔοικε τῷ πατρί· „μὴ εὐλογία σοι μία ἐστί, πάτερ; εὐλόγησον κἀμέ, πάτερ“ (Gen. 27, 38). ἄλλαι γὰρ ἄλλοις ἀποκεκρίσθωσαν, τελείοις μὲν τέλειαι, μέσαι δὲ ἀτελέσιν, ὡς ἔχει καὶ ἐπὶ τῶν σωμάτων· ὑγιαινόντων γὰρ καὶ νοσούντων ἕτερα μὲν γυμνάσματα, ἕτεραι δὲ τροφαί, καὶ ὅσα ἄλλα περὶ δίαιταν, οὐ τὰ αὐτά, ἀλλὰ τοῖς μὲν τὰ πρόσφορα, ἵνα μηδ’ ὅλως νοσήσωσι, τοῖς δὲ τὰ οἰκεῖα, ὅπως πρὸς τὸ ὑγιεινότερον μεταβάλωσι.