οὕτως εὔπλοιαν μὲν ναύτης καὶ κυβερνήτης, εὐφορίαν δὲ καρπῶν γεωπόνος, εὐτοκίαν δὲ ζῴων ἀγελάρχης, ὑγείαν δὲ καμνόντων ἰατρός, ὁ δ’ αὖ στρατείας ἡγεμὼν τοῦ πολέμου κράτος καὶ ὁ πολιτικὸς ἢ βασιλικὸς τὴν νόμιμον προστασίαν καὶ ἡγεμονίαν ἀναθήσει, καὶ συνελόντα φράσαι πάντων ὅσα ἢ ψυχῆς ἢ σώματος ἢ τῶν ἐκτὸς ἀγαθά ἐστιν ὁ μὴ φίλαυτος αἴτιον ἀποφανεῖ τὸν ἀψευδῶς μόνον αἴτιον θεόν. μηδεὶς οὖν τῶν ἀφανεστέρων καὶ ταπεινοτέρων εἶναι δοκούντων ἐλπίδος ἀπογνώσει τῆς ἀμείνονος ἀποκνησάτω ἱκέτης εὐχάριστος γενέσθαι θεοῦ, ἀλλ’ εἰ καὶ μηδὲν ἔτι προσδοκᾷ τῶν μειζόνων, ὑπὲρ τούτων ὧν ἔλαχεν ἤδη κατὰ τὴν ἑαυτοῦ δύναμιν εὐχαριστείτω. μυρίων δ’ ἔλαχε, γενέσεως, ζωῆς, τροφῆς, ψυχῆς, αἰσθήσεως, φαντασίας, ὁρμῆς, λογισμοῦ. λογισμὸς δὲ βραχὺ μὲν ὄνομα, τελειότατον δὲ καὶ θειότατον ἔργον, τῆς τοῦ παντὸς ψυχῆς ἀπόσπασμα ἤ, ὅπερ ὁσιώτερον εἰπεῖν τοῖς κατὰ Μωυσῆν φιλοσοφοῦσιν, εἰκόνος θείας ἐκμαγεῖον ἐμφερές. ἐπαινεῖν ἄξιον καὶ τῶν κατασκόπων τοὺς ἐπιχειρήσαντας μὲν αὐτόπρεμνον τὸ ἀρετῆς ὅλον ἀνασπάσαι καὶ βαστάσαι στέλεχος, ἐπεὶ δ’ οὐκ ἠδυνήθησαν, κληματίδα γοῦν καὶ ἕνα βότρυν λαβόντας, δεῖγμα καὶ μέρος τῆς συμπάσης, ὃ φέρειν αὐτὸ μόνον ἴσχυον (Num. 13,24). εὐκτὸν μὲν ἀθρόῳ τῷ πλήθει τῶν ἀρετῶν ἐγχορεύειν· εἰ δὲ τοῦτο μεῖζον ἢ κατὰ ἀνθρωπίνην φύσιν, ἀγαπῶμεν, εἴ τῳ ἐξεγένετο μιᾷ τινι τῶν κατὰ μέρος ἐντυχεῖν, σωφροσύνῃ ἢ ἀνδρείᾳ 3 τὸν in mg. Hoesch.: τὸ codd. φυσιολογίαν in mg. ed. Par.: φυσιολογίας codd. 7 τὸ τοῦ conicio 9 συνελόντι conicio 10 ἀποφανεῖ Mang.: ἀποφαίνει codd. 12 ἀπογνώση D 13 εὐχάριστος D: om. codd. θεῶ D 14 post ἡδῆ add. ἀγαθῶν D, fort. recte 1.5 εὐχαριστεῖ τῷ θεῷ. μυρίων D post ἔλαχεν add. ἀγαθῶν D 16 φαντασίας ὁρμῆς om. D ὁρμῆς, νοῦ. νοῦς δὲ coni. Mang. 16 βραχύτατον Dv ὄνομα μὲν D 17 δὲ om. Β θειότατον D: βραχύτατον codd., οὐ βραχύτατον coni. Grossmann, περιμάχητον coni. Mang. 18 Μωσῆν codd. 19 δ’ ἄξιον conicio 22 αὐτὸ μόνον Mang.: μόνον αὐτὸ Α, μόνον αὐτῶ Β 23 μὲν γὰρ conicio 25 ἀνδρία codd. 11—13 DH post locum ad lin. 19 allatum: μηδεὶς οὑν — γενέσθαι θεῷ. 14—17 DH fol. 338r Φίλωνος: ὑπὲρ ὧν οὑν ἕκαστος ἔλαχεν ἡδῆ ἀγαθῶν, κατά ἔργον. 18. 19 pergit DH; ἐκεῖνος θείας ἐμφερείας ἐκμαγεῖον. ἢ δικαιοσύνῃ ἢ φιλανθρωπίᾳ. φερέτω γὰρ ἕν τι ἀγαθὸν ἡ ψυχὴ καὶ τικτέτω, μὴ πάντων ἄφορος καὶ στεῖρα γινέσθω.