ἂν ἐξοκείλαντες ὅλῳ τῷ ψυχῆς ναυαγήσωμεν σκάφει. παγκάλως οὖν τοῦτον τὸν Ἰσμαὴλ εὔχεται ζῆν. προστίθησιν οὖν „ἐνώπιον τοῦ θεοῦ ζήτω“ (Gen. 17,18), τέλος τῆς εὐδαιμονίας τιθέμενος ἐπισκόπου καὶ ἐφόρου τοῦ τῶν ὄντων ἀρίστου τὴν διάνοιαν ἀξιωθῆναι. εἰ γὰρ παιδαγωγοῦ μὲν παρόντος οὐκ ἂν ἁμάρτοι ὁ ἀγόμενος, ὑφηγητὴς δὲ ἐγγὺς ὢν ὠφελεῖ τὸν μανθάνοντα, πρεσβυτέρου δὲ παρατυγχάνοντος αἰδοῖ καὶ σωφροσύνῃ κοσμεῖται νέος, πατὴρ δὲ ἢ μήτηρ υἱὸν μέλλοντα ἀδικεῖν ἐκώλυσαν ἐφ’ ἡσυχίας αὐτὸ μόνον ὀφθέντες, ἡλίκαις τισὶν ὑπερβολαῖς ἀγαθῶν χρήσεσθαι νομίζομεν τὸν ὑπολαμβάνοντ’ ἀεὶ ὑπὸ θεοῦ θεωρεῖσθαι; τὸ γὰρ τοῦ παρόντος καὶ περιβλέπεται ἀξίωμα δεδιὼς καὶ τρέμων ἀνὰ κράτος τὸ ἀδικεῖν ἀποδράσεται. τὸν δὲ Ἰσμαὴλ ὅταν εὔχηται ζῆν, οὐκ ἀπέγνωκε τὴν γένεσιν Ἰσαάκ, ὡς καὶ πρότερον εἶπον, ἀλλὰ πεπίστευκε μὲν τῷ θεῷ * * * οὐδὲ γὰρ ἃ δοῦναι θεῷ, ταῦτα καὶ ἀνθρώπῳ λαβεῖν δυνατόν, ἐπειδὴ τῷ μὲν πλεῖστα καὶ μέγιστα χαρίσασθαι ῥᾴδιον, ἡμῖν δ’ οὐκ εὐμαρὲς τὰς προτεινομένας δέξασθαι δωρεάς. ἀγαπητὸν γάρ, εἰ τῶν ἐκ πόνου καὶ μελέτης συντρόφων καὶ συνηθεστέρων ἀγαθῶν ἐπιλάχοιμεν, τῶν δ’ ἄνευ τέχνης ἢ συνόλως ἀνθρωπίνης ἐπινοίας ἀπαυτοματιζόντων καὶ ἐξ ἑτοίμου γινομένων οὐδ’ ἐλπὶς ἐφικέσθαι· ταῦτα γὰρ ἅτε θεῖα ὄντα θειοτέραις καὶ ἀκηράτοις φύσεσιν ἀπηλλαγμέναις θνητοῦ σώματος εὑρίσκειν ἀναγκαῖον. ἐδίδαξε δὲ Μωυσῆς κατὰ δύναμιν τῶν χειρῶν τὰς εὐχαρίστους ὁμολογίας ποιεῖσθαι (Num. 6,21), 1 ἐξωκείλαντες Β 2 κατὰ τοῦτον coni. Cohn εὔχεται scripsi: codd., εὐχώμεθα coni. Cohn προστίθησι γοῦν bene coni. Cohn 3 ζήτω Mang.: ζῆ codd., fort. del. 5 εἰσαγόμενος coni. Mang., παιδαγωγούμενος conicio 8 αὐτό Mang.: αὐτῶ codd. 9 χρήσεσθαι Mang.: χρήσασθαι codd. 10 ἀίει περιβλεπόμενος conicio, καὶ προσβλέποντος coni. Mang. 12 ἀπέγνωκε Mang.: ἀπέγνωσε codd. 13 lacunam statuo (cf. § 178) ἃ] ὅσα DH fol. 338 θεὸν D C fol. 259 DK fol. 277 14 λαμβάνειν DC fol. 2.59 DR foi. 277 πλεῖστα] καὶ πλεῖστα DC fol. 138 DH fol. 204 et 338 καὶ μέγιστα om. DH fol. 338, καὶ μεστά μεγέθους DR fol. 277 χαρίσασθαι DC fol. 259 DRDH fol. 256: χαρίζεσθαι codd. DC fol. 138 DH fol. 204 et 338 15 προκειμένας Β 16 μελέταις coni. Mang, 20 ἐδίδαξε Mang.: ἔδειξε codd. Μωσῆς codd. 21 χαρίτων coni. Mang. 1—4 cf. orig. Comment. in Gen. p. 36 (ad eundem locum): ἐξαίρετόν τι ἠξίου περὶ τοῦ Ἰσμαὴλ ὁ Ἀβραάμ, οὐκ ἀρκούμενος τῷ „ζήτω“· διὸ προσέθηκεν „ἐναντίον σου“. τὸ γάρ ζῆν ἐναντίον κυρίου μακαρίων ἐστὶ καὶ τῶν ἁγίων μόνων (cf. Pbilonis quaest. in Gen. III § 57). 13—15 DC fol. 138r Φίλωνος ἐκ τοῦ περὶ τῶν μετονομαζομένων, fol. τοῦ αὐτοῦ ἐκ τοῦ περὶ τῶν μετονομαζομένων, DR fol. 142v ct 277r τοῦ αὐτοῦ DH fol. 204v 256r 338r Φίλωνος: οὐχ ἃ δοῦναι—δωρεάς. τὸν ἀγχίνουν ἀνάθημα ἀνατιθέντα τὸ συνετὸν καὶ τὸ φρόνιμον, τὸν λόγιον τὰς ἐν λόγῳ πάσας ἀρετὰς ἀνιεροῦντα διά τε ᾠδῆς καὶ τῶν καταλογάδην τοῦ ὄντος ἐγκωμίων, καὶ κατ’ εἶδος τὸν φυσικὸν φυσιολογίαν, τὸν ἠθικὸν πᾶσαν τὴν ἠθικὴν φιλοσοφίαν, τὸν τεχνικὸν καὶ ἐπιστήμονα τὰ θεωρήματα τῶν τεχνῶν καὶ ἐπιστημῶν.