πάντα τὰ ἀκούσματα καὶ μαθήματα ἐποικοδομεῖται 4 τοῦ υἱοῦ Mang.: τούτου codd. 9 δὲ add. Mang. Μωσῆς codd. 12 λέξεις Mang. 13 Μωσῆς codd. 15 μιμηλάζοντες Mang.: μιμηλίζοντες codd., κιβδηλεύοντες conicio δὴ Mang.: δ’ codd. 16 τοῦτό] αὑτοὺς ex codice Oxon. Coll. Nov. 143 Mang. 19 ὁμοιότητα conicio τὴν βάσανον Β 21.22 Μωσῆς codd. 23 ἐπαμπισχόμενος scripsi: ἐπαμφισκόμενος codd. 27 Ἰακὼβ] per memoriae lapsum Philo, capitis Gen. 49 memor, lacobum pro Mose inducit Ρουβὴν scripsi: Ρουβὶμ codd. 30 μαθήματα] θεάματα coni. Mang. καθάπερ θεμελίῳ προκαταβεβλημένῳ φύσει παιδείας δεκτικῇ, φύσεως δὲ μὴ προϋπαρχούσης ἀνωφελῆ πάντα. δρυὸς γὰρ ἢ λίθου κωφῆς οὐδὲν ἂν δόξαιεν οἱ ἀφυεῖς διαφέρειν· ἔγκολλον γὰρ ἂν οὐδὲν αὐτοῖς ἁρμόζοιτο, πάντα δ’ ὡς ἀπὸ στερροῦ τινος ἀποπάλλεται καὶ ἀποπηδᾷ. τὰς δὲ τῶν εὐφυῶν ψυχὰς ἔστιν ἰδεῖν κηροῦ τρόπον λελειασμένου μήτε ἄγαν στερεοῦ μήτε ἄγαν ἁπαλοῦ κεκερασμένας μετρίως, παραδεχομένας τὰ ἀκούσματα καὶ θεάματα ῥᾳδίως πάντα καὶ ἐναποματτομένας ἄκρως αὐτὰς τὰ εἴδη, μνήμης ἐναργεῖς τινας εἰκόνας. ἦν γοῦν ἀναγκαῖον εὔξασθαι τῷ λογικῷ γένει τὸ εὐφυὲς ἄνοσον καὶ ἀθάνατον παρεῖναι. τοῦ μὲν γὰρ κατ’ ἀρετὴν βίου, ὅς ἐστιν ἀψευδεστάτη ζωή, μετέχουσιν ὀλίγοι, οὐχὶ τῶν ἀγελαίων φημί — τούτων γὰρ οὐδεὶς τῆς ἀληθοῦς ζωῆς κεκοινώνηκεν —, ἀλλ’ εἴ τισιν ἐξεγένετο τὰς τῶν ἀνθρώπων φυγεῖν σπουδὰς καὶ θεῷ μόνῳ ζῆσαι. παρὸ καὶ λίαν τεθαύμακεν ὁ ἀσκητικὸς καὶ ἀνδρεῖος, εἴ τις ἐν μέσῳ τοῦ βίου ποταμῷ φορούμενος ὑπ’ οὐδεμιᾶς ῥύμης κατασύρεται, δύναιτο δὲ καὶ πλούτῳ πολλῷ ῥέοντι ἀντισχεῖν καὶ ἡδονῆς ἀμέτρου φορὰν ἀν ῶσαι καὶ λαίλαπι κενῆς δόξης μὴ ἀναρπασθῆναι. λέγει γοῦν οὐχ ὁ Ἰακὼβ τῷ Ἰωσὴφ μᾶλλον ἢ ὁ ἱερὸς λόγος παντὶ τῷ τὸ μὲν σῶμα εὐεκτοῦντι, ἐν ἀφθόνοις δὲ ταῖς εἰς περιουσίαν ὕλαις ἐξεταζομένῳ καὶ πρὸς μηδεμιᾶς ἁλισκομένῳ· „ἔτι γὰρ σὺ ζῇς“ (Gen. 46, 30) ; θαυμαστὸν ἐκφωνήσας λόγον καὶ τὸν ἡμέτερον βίον ὑπερδεδραμηκότα, οἳ μικρᾶς πρὸς εὐτυχίαν αὔρας λαβόμενοι, πάντα κάλων ἀνασείσαντες, λαμπρὰ φυσῶμεν καὶ πνεύσαντες μέγα καὶ σύντονον πλησίστιοι πρὸς τὰς ἀπολαύσεις τῶν παθῶν φερόμεθα καὶ οὐ πρότερον στέλλομεν τὰς ἀνειμένας καὶ κεχαλασμένας ἀκρατῶς ἐπιθυμίας, ἕως 4 στερεοῦ D (Cohn) 5. 6 μήτε bis scripsit Mang.: μεῖά codd. 8 αὐτῶν vel αὐταῖς conicio ἐνεργεῖς Hoesch. 10 ἐστιν D: ἐστιν ἡ codd. 11 οὐδέ εἷς D 13 σπουδὰς codd.: βλάβας D, συνουσίας conicio 14 τῷ τοῦ conicio ποταμοφορούμενος Β ὑπ’ scripsi: ἀπ’ codd. 15 δύναται coni. Cohn 16 ἀνῶσαι scripsi: ογσαι codd., στῆσαι vel. ἀντωθῆσαι (sic) coni. Mang. 21 ὑπερδεδραμηκότα Mang.: ἀποδεδραμηκότα codd. 1—4 DR fol. 204r Φίλωνος ἐκ τῶν περὶ μετονομαζομένων: φυσικῶς μὴ προὑπαρχούσης τῷ μανθάνοντι εὐφυίας ἀνωφελῆ πάντα . . . . . . καλὸν γὰρ μάθημα οὐδὲν αὐτοῖς ἁρμόζεται ἀπεστραμμένως διακειμένοις καὶ τὰ ὦτα μύουσι, πάντα δέ ὡς ἀπὸ στερεοῦ τινος ἀντιπνέοντος πρὸς τὸ πνεῦμα. 5 cf. Platonis Theaet. p. 191 C ss., supra ad p. 41,18. 10—13 DP fol. 255v τοῦ κατ’ ἀρετὴν—ζῆσαι. 19 cf. vol. II ad p. 272,23.