<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="21"><p>„ὅταν ἐξέλθω
τὴν πόλιν, ἐκπετάσω τὰς χεῖρας πρὸς κύριον, καὶ αἱ φωναὶ παύσονται,
καὶ ἡ χάλαζα καὶ ὁ ὑετὸς οὐκ ἔσται· ἵνα γνῷς, ὅτι κυρίου ἡ γῆ,“
οἱονεὶ πᾶσα ἡ σωματικὴ καὶ γεώδης σύστασις, „καὶ σύ“, ὁ ἀγαλματοφορούμενος <lb n="20"/>
νοῦς, „καὶ οἱ θεράποντές σου,“ οἱ κατὰ μέρος δορυφοροῦντες
λογισμοί. „ἐπίσταμαι γάρ, ὅτι οὐδέπω πεφόβησθε τὸν κύριον“ (Exod.
9,29. 30), ἴσον τῷ οὐ τὸν λεγόμενον ἄλλως, ἀλλὰ τὸν ὄντως ὄντα
 δεσπότην.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="22"><p>κύριος γὰρ γενητὸς πρὸς <milestone unit="altpage1" n="p. 582 M."/>  ἀλήθειαν οὐδείς, κἂν ἀπὸ περάτων
ἐπὶ πέρατα εὐρύνας τὴν ἡγεμονίαν ἀνάψηται· μόνος δ’ ὁ ἀγένητος ἀψευδῶς <lb n="25"/>
ἡγεμών, οὗ τὴν ἀρχὴν ὁ δεδιὼς καὶ καταπεπληγμένος ἆθλον
<note xml:lang="mul" type="footnote">1.
<lb/>2 <add>εἰ</add> καὶ ὀψιμαθὴς ἢν, οὐ conicio ἐφαντασιώθη Cohn: ἐφαντασιάσθη 
<lb/>4 τὸν] τὴν Α ἀκροατὴν καὶ om. Α
<lb/>5 ἄν addidi τῶν (del. δὲ) conicio
<lb/>7 post οὗ add. ὁ Α, ras. in Β
<lb/>11 ἱδρυσάμενος] δ ex corr. Β 11.
<lb/>12 κύριον καὶ secl. Mang.
<lb/>14 χρισθέντων Α δὲ] γε conicio 
<lb/>15 ἐν ἀρχῇ, sc. orationis dei] <add>„κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με</add> ἐν ἀρχῇ (Prov. 8, 22) coni. Mang. 16 Φαραὼ Β
<lb/>17 Μωσῆς codd.
<lb/>18 τὰς χεῖρας om. Β
<lb/>19 ὁ om. Β κύριον Α
<lb/>24 γεννητὸς codd. D (Ant. Mel.)
<lb/>25 ἐπὶ codd.: εἰς D (Ant.) εὐρύνας om. DR (Ant.)</note> <note xml:lang="mul" type="footnote">24—26 DP fol. 130 (ἐκ τοῦ περὶ τῶν μετονομαζομένων) DR fol. 159r τοῦ p. 434 Φίλωνος Anton. Mel. II
<lb/>21 col. 1063: κύριος γεννητὸς—Ηγεμών.</note>  

<pb n="v.3.p.161"/>
ὠφελιμώτατον αἴρεται νουθεσίας, τὸν δὲ ὀλίγωρον ἐκδέχεται πάντως οἰκτρὸς
ὄλεθρος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="23"><p>οὐκοῦν κύριος ἀφρόνων ἐπιδέδεικται τὸν ἄρχοντος ἐπανατεινάμενος οἰκεῖον φόβον, θεὸς δὲ βελτιουμένων γράφεται, καθὼς καὶ νῦν·
„ἐγώ εἰμι θεὸς σός“ (Gen. 17,1), „ἐγὼ <add>ὁ</add> θεός σου, αὐξάνου καὶ πληθύνου"
<lb n="5"/> (Gen. 35,11), τελείων δὲ ἀμφότερον, κύριος ὁμοῦ καὶ θεός, ὡς
ἐν δέκα λόγοις· „ἐγὼ κύριος ὁ θεός σου“ (Exod. 20, 2) καὶ ἑτέρωθι·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="24"><p>„κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν“ (Deut. 4,1). δικαιοῖ γὰρ τὸν μὲν φαῦλον ὡς ὑπὸ κυρίου δεσπόζεσθαι, ἵν’ εὐλαβούμενος καὶ στένων ἐπικρεμάμενον
ἔχῃ τὸν δεσποτικὸν φόβον, τὸν δὲ προκόπτοντα ὡς ὑπὸ θεοῦ
<lb n="10"/> εὐεργετεῖσθαι, ὅπως ταῖς εὐποιίαις τελειότητος ἐφίκηται, τὸν δὲ τέλειον
καὶ ἡγεμονεύεσθαι ὡς ὑπὸ κυρίου καὶ εὐεργετεῖσθαι ὡς ὑπὸ θεοῦ· διαμένει
γὰρ οὗτος εἰσάπαν ἄτρεπτος, ἐκεῖνος δὲ πάντως ἐστὶν ἄνθρωπος
θεοῦ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="25"><p>δηλοῦται δὲ τοῦτο μάλισθ’ ὡς ἐπὶ Μωυσέως· „αὕτη“ γάρ φησιν „ἡ εὐλογία ἣν εὐλόγησε Μωυσῆς, ἄνθρωπος θεοῦ“ (Deut. 33, 1). ὢ
<lb n="15"/> παγκάλης καὶ ἱεροπρεποῦς ἀντιδόσεως ἀξιωθείς, θείας προνοίας ἀντιδοῦναι
ἑαυτόν.</p></div></div></body></text></TEI>