<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="206"><p>παραπλήσιόν μοι δοκοῦσι ποιεῖν καὶ οἱ κατηγοροῦντες
τοῦ υἱοῦ γονεῖς ἐπ’ οἰνοφλυγίᾳ· λέγουσι γάρ· „ὁ υἱὸς ἡμῶν
οὗτος ἀπειθεῖ“ (Deut. 21,20), διὰ τῆς προσθήκης τῆς „οὗτος“ μηνύοντες, <lb n="5"/>
ὅτι εἰσὶν ἕτεροι παῖδες καρτερικοὶ καὶ σώφρονες, τοῖς ἐπιτάγμασι
τοῦ ὀρθοῦ λόγου καὶ παιδείας πειθαρχοῦντες· οὗτοι γὰρ ψυχῆς
ἀψευδέστατοι γονεῖς, ὑφ’ ὧν κατηγορηθῆναι μὲν <milestone unit="altpage1" n="p. 610 M."/>  αἴσχιστον, ἐπαινεθῆναι
 δ’ εὐκλεέστατον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="207"><p>τὸ <add>δὲ</add> „οὗτός ἐστιν Ἀαρὼν καὶ Μωυσῆς, οἷς εἶπεν
ὁ θεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου“ (Exod. 6, 26) καὶ <lb n="10"/>
τὸ „οὗτοί εἰσιν οἱ διαλεγόμενοι Φαραὼ βασιλεῖ“ (ibid. 27), ταῦτα μὴ
νομίζωμεν εἰρῆσθαι παρέργως ἢ τὰς δείξεις μὴ πλέον τι τῶν ὀνομάτων
 παρεμφαίνειν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="208"><p>ἐπειδὴ γὰρ Μωυσῆς μέν ἐστι νοῦς ὁ καθαρώτατος,
Ἀαρὼν δὲ λόγος αὐτοῦ, πεπαίδευται δὲ καὶ ὁ νοῦς θεοπρεπῶς ἐφάπτεσθαι καὶ ὁ λόγος ὁσίως ἑρμηνεύειν τὰ ὅσια, μιμηλάζοντες δὴ οἱ <lb n="15"/>
σοφισταὶ καὶ παρακόπτοντες τὸ δόκιμον νόμισμα τοῦτό φασι καὶ νοεῖν
ὀρθῶς περὶ τοῦ ἀρίστου καὶ λέγειν ἐπαινετῶς (Exod. 7,11). ὅπως
οὖν μὴ ἀπατώμεθα παραθέσει τῶν κεκιβδηλευμένων πρὸς τὰ δόκιμα
 δι’ ὁμοιότητος τοῦ χαρακτῆρος, βάσανον ἔδωκεν, ᾗ διακριθήσεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="209"><p>τίς
οὖν ἡ βάσανος; τὸ ἐξαγαγεῖν ἐκ τῆς σωματικῆς χώρας τὸν ὁρατικὸν <lb n="20"/>
καὶ φιλοθεάμονα νοῦν καὶ φιλόσοφον. ὁ μὲν γὰρ τοῦτο δυνηθεὶς Μωυσῆς
ἐστιν οὗτος, ὁ δὲ ἀδυνατήσας, ὁ λεγόμενος μόνον, μυρίας δὲ σεμνότητας
ὀνομάτων ἐπαμπισχόμενος, γελᾶται. ζῆν δὲ εὔχεται τῷ Ἰσμαήλ,
οὐ τῆς μετὰ σώματος ζωῆς ἐπιστρεφόμενος, ἀλλ’ ἵνα τὸ θεῖον ἄκουσμα  ἐπὶ ψυχῇ διαιωνίζον ἐγείρῃ τε αὐτὸν καὶ ζωπυρῇ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="210"><p><milestone unit="altref" n="38"/> καὶ ὁ μὲν <lb n="25"/>
ἀκρόασιν λόγων καὶ μάθησιν δογμάτων ἱερῶν εὔχεται ζῆν, ὡς ἐλέχθη,
ὁ δ’ ἀσκητὴς Ἰακὼβ εὐφυΐαν· λέγει γάρ· „ζήτω Ῥουβὴν καὶ μὴ ἀποθανέτω“
(Deut. 33, 6)· ἆρά γε ἀθανασίαν καὶ ἀφθαρσίαν εὐχόμενος,
ἀνθρώπῳ πρᾶγμα ἀδύνατον; οὐ δήπου. τί οὖν ἔσθ’ ὃ βούλεται παραστῆσαι,
 λεκτέον.</p></div></div></body></text></TEI>