Ἐπειδὴ τοίνυν ἔγνω τὴν ἐπαγγελίαν λαλοῦσαν τὰ αἰδοῦς καὶ εὐλαβείας μεστὰ κατὰ τὴν αὑτοῦ διάνοιαν ὁ σπουδαῖος, ἔπαθεν ἀμφότερα, καὶ τὴν πρὸς τὸν θεὸν πίστιν καὶ τὴν πρὸς τὸ γενητὸν ἀπιστίαν. εἰκότως οὖν φησι δεόμενος· „Ἰσμαὴλ οὗτος ζήτω ἐνώπιόν σου“ (Gen. 17,18), οὐκ ἀπὸ σκοποῦ τῶν ἐμφερομένων ἕκαστον τῶν ὀνομάτων τιθείς, τὸ „οὗτος“, τὸ „ζήτω“, τὸ „ἐνώπιόν σου“· ταῖς γὰρ ἐν τοῖς πράγμασιν ὁμωνυμίαις ἠπατήθησαν οὐκ ὀλίγοι. τί δ’ ἐστὶν ὃ λέγω, σκεπτέον· ἑρμηνευθεὶς Ἰσμαήλ ἐστιν ἀκοὴ θεοῦ, τῶν δὲ θείων δογμάτων οἱ μὲν ἀκούουσιν ἐπ’ ὠφελείᾳ, οἱ δ’ ἐπὶ βλάβῃ αὑτῶν τε καὶ ἑτέρων. ἢ τὸν οἰωνοσκόπον Βαλαὰμ οὐχ ὁρᾷς; οὗτος εἰσάγεται „ἀκούων λόγια θεοῦ ἐπιστάμενός τε ἐπιστήμην παρὰ ὑψίστου“ (Num. 24,16). ἀλλὰ τί ἐκ τῆς τοιαύτης ἀκροάσεως, τί δ’ ἐκ τῆς τοιαύτης ἐπιστήμης ὤνατο, γνώμῃ μὲν ἐπιχειρήσας τὸ ψυχῆς ἄριστον ὄμμα λυμήνασθαι, ὃ δὴ μόνον τὸν θεὸν ὁρᾶν πεπαίδευται, μὴ δυνηθεὶς δὲ διὰ τὸ σωτῆρος κράτος ἀήττητον; τοιγαροῦν ὁ μὲν κατακεντούμενος ὑπὸ φρενοβλαβείας τῆς ἑαυτοῦ καὶ τραύματα πολλὰ δεξάμενος ἐν μέσοις τραυματίαις ἀπώλετο (Num. 31,8), διότι σοφιστείᾳ μαντικῇ τὴν θεοφόρητον προφητείαν παρεχάραξε. δεόντως οὖν εὔχεται ὁ ἀστεῖος, ἵν’ οὗτος μόνος Ἰσμαὴλ ὑγιαίνῃ, διὰ τοὺς μὴ γνησίως ἀκούοντας τῶν ἱερῶν ὑφηγήσεων· οἷς ἀπεῖπε Μωυσῆς ἄντικρυς εἰς ἐκκλησίαν φοιτᾶν τοῦ πανηγεμόνος. τεθλασμένοι γὰρ τὰ γεννητικὰ τῆς διανοίας ἢ καὶ τελείως ἀποκοπέντες οἱ τὸν ἴδιον νοῦν καὶ τὴν αἴσθησιν ἀποσεμνύνοντες ὡς μόνα τῶν κατ’ ἀνθρώπους αἴτια πραγμάτων ἢ οἱ πολυθεΐας ἐρασταὶ καὶ τὸν πολύθεον 1 om. Β 2 #x003E; ὡς coni. Mang. 3 εὐπρεπεῖς Β ὄντως Β 6 Μωσῆς codd. 10 ἐπαγγελίαν Mang.: ἀπαγγελίαν codd. 11 αὐτοῦ codd. 12 γεννητὸν V 14 ἐκφερομένων coni. Mang. alt. τῶν vid. secl. 22 γνώμην Β 23 τό τοῦ couicio 26. 27 παρεχάραξε Mang.: προεχάραξε προὐχάραξε Β 27 μόνος in rng. Β 32 πράγματα Β ἢ] καὶ conicio ἐκτετιμηκότες θίασον, οἱ ἐκ πόρνης γεγονότες, τὸν ἕνα ἄνδρα καὶ πατέρα φιλαρέτου ψυχῆς θεὸν οὐκ εἰδότες, ἆρ’ οὐκ εἰκότως ἐλαύνονταί τε καὶ φυγαδεύονται (Deut. 23,1.2) ;