„πεπίστευκεν οὖν Ἀβραὰμ τῷ θεῷ“ (Gen. 15,6), ἀλλ’ ὡς ἄνθρωπος πεπίστευκεν, ἵνα τὸ ἴδιον τοῦ θνητοῦ γνῷς καὶ μάθῃς οὐκ ἄλλως αὐτῷ γενέσθαι, εἰ μὴ ἐκ φύσεως, τὴν τροπήν. ἀλλ’ εἰ βραχεῖα καὶ ἀκαρὴς γέγονεν, ἄξιον εὐχαριστεῖν· πολλοὶ γὰρ ἕτεροι τῇ ῥύμῃ καὶ φορᾷ κατακλυσθέντες καὶ τῇ βίᾳ εἰσάπαν ἠφανίσθησαν. οὐκ ἔστι γάρ, ὦ γενναῖε, κατὰ τὸν ἱερώτατον Μωυσῆν ἀρτίπους ἡ ἐν θνητῷ σώματι ἀρετή, ἀλλὰ παραπλήσιόν τι πάσχουσα νάρκῃ, μικρὸν ὅσον ὑποχωλαίνουσα. „ἐνάρκησε“ γάρ φησι „τὸ πλάτος τοῦ μηροῦ, ᾧ καὶ ἐπέσκαζεν“ (Gen. 32,25. 31). ἴσως δ’ ἂν τῶν εὐθαρσεστέρων εἴποι τις παρελθών, ὅτι οὐδὲ ἀπιστοῦντός ἐστιν ἡ προφορά, ἀλλ’ εὐχομένου, ἵν’, εἰ μέλλοι τῶν εὐπαθειῶν ἡ ἀρίστη γεννᾶσθαι, χαρά, μὴ ἑτέροις ἀριθμοῖς μᾶλλον ἢ τοῖς ἐνενήκοντα καὶ ἑκατὸν τεχθῇ (Gen. 17, 17), ἵνα τὸ τέλειον ἀγαθὸν τελείοις ἀριθμοῖς εἰς γένεσιν ἔλθῃ. τέλειοι δ’ οἱ λεχθέντες ἀριθμοί, καὶ μάλιστα κατὰ τὰς ἱερωτάτας ἀναγραφάς. ἴδωμεν δ’ αὐτῶν ἑκάτερον· 1 φασι Mang. 3 Μωσῆς codd. 4 ἄνοια Mang. 5 ἀρεπεῖς Α 6 αὐτόν Hoesch. 19 ἄκρης ed. Par. in mg.: ἄχαρίς codd., ἄχρονος Mang. 21 καὶ τῇ βίᾳ] τῆς βίας conicio 22 Μωσῆν codd. 26 οὐδὲ] οὐκ conicio 28 ἐνενήκοντα καὶ ἑκτὸν scripsi: ἐννενηκονταέταις οὖσι codd., ἑκατονταέταις Mang. 30 ἑκάτερον scripsi: ἑκάτερα codd. 12—14 DL fol. 139r Φίλωνος ἐκ τῶν περὶ μετονομαζομένων: εὐδαίμων ὅτῳ—ἄπαντα. Σὴμ εὐθέως μέν, ὁ υἱὸς τοῦ δικαίου Νῶε, πρόγονος δὲ τοῦ ὁρατικοῦ γένους, „ἑκατὸν ἐτῶν εἶναι λέγεται, ἡνίκα ἐγέννησε τὸν Ἀρφαξάτ“ (Gen. 11,10), ὃς ἑρμηνεύεται συνετάραξε ταλαιπωρίαν· καλόν γε ἔγγονον ψυχῆς κλονεῖν καὶ συγχεῖν καὶ διαφθείρειν τὴν ταλαίπωρον καὶ γέμουσαν κακῶν ἀδικίαν. ἀλλὰ καὶ „Ἀβραὰμ ἄρουραν φυτεύει“ (Gen. 21,33) χρώμενος ἑκατοστῷ λόγῳ πρὸς ἀναμέτρησιν τοῦ χωρίου, καὶ Ἰσαὰκ „ἑκατοστεύουσαν εὑρίσκει κριθήν“ (Gen. 26,12). καὶ τὴν αὐλὴν τῆς ἱερᾶς σκηνῆς Μωυσῆς κατασκευάζει πήχεσιν ἑκατόν (Exod. 27,9), τὸ πρὸς ἀνατολὰς καὶ δύσεις ἐκμετρούμενος διάστημα.