<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="181"><p><milestone unit="altref" n="34"/> ἀλλ’ ἴσως ἄν τις εἴποι· τί οὖν γε, ὅτι πεπιστευκὼς ἴχνος ἢ σκιὰν <lb n="25"/> ἢ αὔραν ἀπιστίας δέχεται τὸ παράπαν; οὗτος δὲ οὐδὲν ἕτερόν μοι βούλεσθαι
δοκεῖ ἢ τὸν γενόμενον ἀποφαίνειν ἀγένητον καὶ τὸν θνητὸν ἀθάνατον καὶ τὸν φθαρτὸν ἄφθαρτον καὶ τὸν ἄνθρωπον, εἰ θέμις εἰπεῖν,
<note xml:lang="mul" type="footnote"><lb/>1 τὸ] τῷ conicio εἶπεν Mang.
<lb/>3 ἐνδοιάσαι B: ἐνδοιάζειν Α ᾗ] ἧς conicio 9] αὐτό <add>μόνον</add> conicio
<lb/>15 πράγματι et σώματι <lb n="17"/> συνδιαιροῦσα coni. Mang. συντέμνουσα conicio ἀπειρομεγέθη διαστήματα Mang.: ἄπειρα μεγέθη διὰ στόματος cocid. 20.
<lb/>21 ὑπερβαίνουσα coni. Mang.
<lb/>21 τούτου <add>κόσμου τοὺς</add> ὅρους conicio
<lb/>22 συγγενικῶν coni. Mang.
<lb/>23 ἀμερίς Β, ἀκαρής Mang.
<lb/>24 τί; οὐ γέλοιον ὅτι conicio, τί οὑν; ὅ ποτε πεπιστευκὼς coni. Mang.
<lb/>25 αὔραν Mang.: ὥραν codd. 
<lb/>26 ἀγέννητον codd.</note> <note xml:lang="mul" type="footnote"><lb/>13 Hom. Od. η 36.</note>  

<pb n="v.3.p.188"/>
 θεόν. τὴν γὰρ πίστιν, ἧς ἔλαχεν ἄνθρωπος,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="182"><p>οὕτω βέβαιόν φησι δεῖν
εἶναι, ὡς μηδὲν διαφέρειν τῆς περὶ τὸ ὄν, τῆς ἀρτίου καὶ περὶ πάντα
πλήρους. λέγει γὰρ Μωυσῆς ἐν ᾠδῇ τῇ μείζονι· „θεὸς πιστός, καὶ
 οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ“ (Deut. 32,8).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="183"><p>πολλὴ δὲ ἄγνοια νομίζειν,
τὰς θεοῦ ἀρετὰς τὰς ἀρρεπεῖς καὶ παγιωτάτας χωρῆσαι ψυχὴν ἀνθρώπου <lb n="5"/>
δύνασθαι· ἀγαπητὸν γὰρ εἰκόνας αὐτῶν κτήσασθαι δυνηθῆναι, πολλοῖς
καὶ μεγάλοις ἀριθμοῖς τῶν ἀρχετύπων ἐλαττουμένας· καὶ μήποτ’ εἰκότως·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="184"><p>ἀκράτους μὲν γὰρ ἀναγκαῖον εἶναι τὰς θεοῦ ἀρετάς, ἐπειδὴ καὶ ὁ θεὸς
οὐ σύγκριμα, φύσις ὢν ἁπλῆ, κεκραμένας δὲ τὰς τῶν ἀνθρώπων, ἐπειδὴ
καὶ ἡμεῖς γεγόναμεν κράματα, θείου καὶ θνητοῦ συγκερασθέντων καὶ <lb n="10"/>
κατὰ τοὺς τῆς τελείας μουσικῆς λόγους ἁρμοσθέντων· τὸ δ’ ἐκ πλειόνων
 συνεστὼς φυσικὰς πρὸς ἕκαστον τῶν μερῶν ἀνθολκὰς ἔχει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="185"><p>εὐδαίμων
δ’ ὅτῳ ἐξεγένετο τὸν πλείω τοῦ βίου χρόνον πρὸς τὴν ἀμείνω καὶ
θειοτέραν μοῖραν ταλαντεύειν· ἅπαντα γὰρ τὸν αἰῶνα ἀμήχανον, ἐπεὶ
καὶ τὸ ἀντίπαλον θνητὸν ἄχθος ἔστιν ὅτε ἀντέρρεψε καὶ ἐφεδρεῦσαν <lb n="15"/>
ἐκαιροφυλάκησε τὰς ἀκαιρίας τοῦ λογισμοῦ, ὡς ἀντιβιάσασθαι. <milestone unit="altref" n="35"/>
</p></div></div></body></text></TEI>