ἀλλ’ ἴσως ἄν τις εἴποι· τί οὖν γε, ὅτι πεπιστευκὼς ἴχνος ἢ σκιὰν ἢ αὔραν ἀπιστίας δέχεται τὸ παράπαν; οὗτος δὲ οὐδὲν ἕτερόν μοι βούλεσθαι δοκεῖ ἢ τὸν γενόμενον ἀποφαίνειν ἀγένητον καὶ τὸν θνητὸν ἀθάνατον καὶ τὸν φθαρτὸν ἄφθαρτον καὶ τὸν ἄνθρωπον, εἰ θέμις εἰπεῖν, 1 τὸ] τῷ conicio εἶπεν Mang. 3 ἐνδοιάσαι B: ἐνδοιάζειν Α ᾗ] ἧς conicio 9] αὐτό μόνον conicio 15 πράγματι et σώματι συνδιαιροῦσα coni. Mang. συντέμνουσα conicio ἀπειρομεγέθη διαστήματα Mang.: ἄπειρα μεγέθη διὰ στόματος cocid. 20. 21 ὑπερβαίνουσα coni. Mang. 21 τούτου κόσμου τοὺς ὅρους conicio 22 συγγενικῶν coni. Mang. 23 ἀμερίς Β, ἀκαρής Mang. 24 τί; οὐ γέλοιον ὅτι conicio, τί οὑν; ὅ ποτε πεπιστευκὼς coni. Mang. 25 αὔραν Mang.: ὥραν codd. 26 ἀγέννητον codd. 13 Hom. Od. η 36. θεόν. τὴν γὰρ πίστιν, ἧς ἔλαχεν ἄνθρωπος, οὕτω βέβαιόν φησι δεῖν εἶναι, ὡς μηδὲν διαφέρειν τῆς περὶ τὸ ὄν, τῆς ἀρτίου καὶ περὶ πάντα πλήρους. λέγει γὰρ Μωυσῆς ἐν ᾠδῇ τῇ μείζονι· „θεὸς πιστός, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ“ (Deut. 32,8). πολλὴ δὲ ἄγνοια νομίζειν, τὰς θεοῦ ἀρετὰς τὰς ἀρρεπεῖς καὶ παγιωτάτας χωρῆσαι ψυχὴν ἀνθρώπου δύνασθαι· ἀγαπητὸν γὰρ εἰκόνας αὐτῶν κτήσασθαι δυνηθῆναι, πολλοῖς καὶ μεγάλοις ἀριθμοῖς τῶν ἀρχετύπων ἐλαττουμένας· καὶ μήποτ’ εἰκότως· ἀκράτους μὲν γὰρ ἀναγκαῖον εἶναι τὰς θεοῦ ἀρετάς, ἐπειδὴ καὶ ὁ θεὸς οὐ σύγκριμα, φύσις ὢν ἁπλῆ, κεκραμένας δὲ τὰς τῶν ἀνθρώπων, ἐπειδὴ καὶ ἡμεῖς γεγόναμεν κράματα, θείου καὶ θνητοῦ συγκερασθέντων καὶ κατὰ τοὺς τῆς τελείας μουσικῆς λόγους ἁρμοσθέντων· τὸ δ’ ἐκ πλειόνων συνεστὼς φυσικὰς πρὸς ἕκαστον τῶν μερῶν ἀνθολκὰς ἔχει. εὐδαίμων δ’ ὅτῳ ἐξεγένετο τὸν πλείω τοῦ βίου χρόνον πρὸς τὴν ἀμείνω καὶ θειοτέραν μοῖραν ταλαντεύειν· ἅπαντα γὰρ τὸν αἰῶνα ἀμήχανον, ἐπεὶ καὶ τὸ ἀντίπαλον θνητὸν ἄχθος ἔστιν ὅτε ἀντέρρεψε καὶ ἐφεδρεῦσαν ἐκαιροφυλάκησε τὰς ἀκαιρίας τοῦ λογισμοῦ, ὡς ἀντιβιάσασθαι.