<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="166"><p><milestone unit="altref" n="31"/> Ἐγέλασεν οὖν εἰκότως μήπω δοκοῦντος ἐν τῷ θνητῷ γένει σπαρῆναι
τοῦ γέλωτος· καὶ οὐ μόνον αὐτός, ἀλλὰ καὶ ἡ γυνὴ γελᾷ. λέγεται
γὰρ αὖθις· "ἐγέλασε δὲ Σάρρα ἐν ἑαυτῇ λέγουσα· οὔπω μέν μοι γέγονεν
ἕως τοῦ νῦν“ (Gen. 18,12) ἄνευ μελέτης ἀπαυτοματίζον ἀγαθόν· ὁ δ’
ὑποσχόμενος „κύριός μου καὶ πρεσβύτερος“ (ibid.) πάσης γενέσεώς <lb n="30"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 προγήθη Hoesch., προγήθει Mang.
<lb/>3 ταῦτα scripsi: αὐτὰ codd. 
<lb/>5 ἕλυξι Β
<lb/>6 μόνον addidi
<lb/>8 αὐγῆς Mang.: αὐτῆς codd.
<lb/>10 γάρ addidi
<lb/>11 μέλλοντος scripsi: μέλλοντι codd., μέλλον coni. Cohn ἐπελπίζομεν coni. Mang.
<lb/>18 ἐνάργειαν scripsi: ἐνέργειαν codd. εἰς τὴν ἐνέργειαν ἀπιδόντες post ἔνιοι transpos. Β
<lb/>22 ἀρυσάμενος Mang.: ἱδρυσάμενος codd., ὑδρευσάμενος ed. Paris. in mg.
<lb/>23 τοῦ om. Β(?) v
<lb/>24 ἑστιᾶσθαι ed. Paris. in mg.: αἰτιᾶσθαι ΑΒ</note>  

<pb n="v.3.p.185"/>
ἐστιν, ᾧ πιστεύειν ἀναγκαῖον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="167"><p>ἅμα μέντοι καὶ ἀναδιδάσκει, ὅτι ἥ τ’ ἀρετὴ χαρτόν ἐστι φύσει καὶ ὁ ἔχων αὐτὴν αἰεὶ γέγηθε, καὶ τοὐναντίον
ὅτι ἥ τε κακία λυπηρὸν καὶ ὁ ἔχων ὀδυνηρότατος. ἔτι νῦν θαυμάζομεν
τῶν φιλοσόφων τοὺς λέγοντας τὴν ἀρετὴν εὐπάθειαν εἶναι;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="168"><p>ἰδοὺ γὰρ <lb n="5"/> Μωυσῆς χορηγὸς ἀνεύρηται τοῦ σοφοῦ τούτου δόγματος, χαίροντα καὶ
γελῶντα παραγαγὼν τὸν ἀστεῖον· ἀλλαχόθι δὲ οὐκ αὐτὸν μόνον, ἀλλὰ
καὶ τοὺς εἰς ταὐτὸν ἀφικνουμένους αὐτῷ. "ἰδὼν γάρ σε“ φησί „χαρήσεται ἐν αὐτῷ“ (Exod. 4, 14),  <milestone unit="altpage2" n="p. 604 M."/> ὡς τῆς τοῦ σπουδαίου προσόψεως αὐτὸ
μόνον ἱκανῆς οὔσης ἀναπληρῶσαι τὴν διάνοιαν εὐφροσύνης, ἀποφορτισαμένην
<lb n="10"/> τὸ ἀπεχθέστατον ψυχῆς κακῶν, λύπην.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="169"><p>φαύλῳ δ’ οὐδενὶ χαίρειν ἐφεῖται, καθάπερ καὶ ἐν προφητικαῖς ᾄδεται ῥήσεσι· „χαίρειν οὐκ ἔστι
τοῖς ἀσεβέσιν, εἶπεν ὁ θεός“ (Ies. 48,22). λόγος γὰρ ὄντως καὶ
χρησμός ἐστι θεῖος, σκυθρωπὸν καὶ ἐπίλυπον καὶ μεστὸν βαρυδαιμονίας
εἶναι τὸν παντὸς μοχθηροῦ βίον, κἂν προσποιῆται τῷ προσώπῳ μειδιᾶν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="170"><p><lb n="15"/> οὐ γὰρ τοὺς Αἰγυπτίους χαίρειν ἂν εἴποιμι πρὸς ἀλήθειαν, ἡνίκα τοὺς ἀδελφοὺς Ἰωσὴφ ἥκοντας ἤκουσαν, ἀλλ’ ἐπιμορφάζειν καθυποκρινομένους
τὸ δοκεῖν. οὐδενὶ γὰρ ἐπιστὰς ἔλεγχος ἀφρόνων δι’ ἡδονῆς ἐστιν,
ὥσπερ οὐδ’ ἰατρὸς ἀκρατεῖ νοσοῦντι. πόνος μὲν γὰρ τοῖς συμφέρουσι,
ῥᾳστώνη δὲ τοῖς βλαβεροῖς ἕπεται· πόνου δὲ ῥᾳστώνην προκρίναντες
<lb n="20"/> εἰκότως τοῖς τὰ συμφέροντα εἰσηγουμένοις ἀπεχθάνονται.</p></div></div></body></text></TEI>