<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="161"><p>ὅμοιον δή τι καὶ ἡ ψυχὴ τὰ πολλὰ πάσχει· ἐλπιζομένου γὰρ τἀγαθοῦ
<note xml:lang="mul" type="footnote"><lb/>5 πίπτειν τε καὶ γελᾶν conicio
<lb/>7 τὸ scripsi: τοῦ codd. μόνον Mang.: μόνων codd.
<lb/>9 ἐπίλυπος Mang.: ἐπίλυτος codd.
<lb/>12 ἡμᾶς Mang.: ἡμέραν codd.
<lb/>13 γεγέννηται codd.
<lb/>15 οὔτ’ conicio
<lb/>16 οὕτω Α 
<lb/>21 χίμαρρον Β
<lb/>22 διερεθίζοι conicio
<lb/>27 ἔργον Hoesch. ὄρουσιν Mang.: ἔρυσιν codd.
<lb/>28 πρὸς Hoesch. -
<lb/>29 δή τι scripsi: δῆτα codd. τοῦ ἀγαθοῦ Β</note> <note xml:lang="mul" type="footnote">27.
<lb/>28 ὄρουσις] v. Stobaei Ecl. II 87,7—9 Wachsmuth.</note>  

<pb n="v.3.p.184"/>
προγήθει, ὡς τρόπον τινα χαίρειν πρὸ χαρᾶς καὶ εὐφραίνεσθαι πρὸ
εὐφροσύνης. εἰκάσαι δ’ ἄν τις αὐτὸ καὶ τῷ περὶ τὰ φυτὰ συμβαίνοντι·
καὶ γὰρ ταῦτα, ὁπότε μέλλοι καρποφορεῖν, προβλαστάνει καὶ προανθεῖ
 <milestone unit="altpage1" n="p. 603 M."/>  καὶ χλοηφορεῖ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="162"><p>τὴν ἡμερίδα ἄμπελον ἴδε, ὡς ὑπὸ φύσεως
τεθαυματούργηται, κληματίσιν, ἕλιξι, μοσχεύμασι, πετάλοις, οἰνάροις, ἃ <lb n="5"/>
φωνὴν <add>μονον</add>οὐκ ἀφιέντα μηνύει τὴν ἐπὶ τῷ μέλλοντι καρπῷ τοῦ
δένδρου χαράν. καὶ ἡ ἡμέρα μέντοι προγελᾷ πρὸς βαθὺν ὄρθρον μέλλοντος
ἀνίσχειν ἡλίου· αὐγὴ γὰρ αὐγῆς ἄγγελος καὶ φῶς φωτὸς ἀμυδρότερον
 τηλαυγεστέρου προεξέρχεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="163"><p>ἥκοντι μὲν οὖν ἤδη τῷ ἀγαθῷ
συνομαρτεῖ χαρά, προσδοκωμένῳ δὲ ἐλπίς· ἀφικομένῳ μὲν <add>γὰρ</add> χαίρομεν, <lb n="10"/>
μέλλοντος δὲ ἐλπίζομεν, καθάπερ καὶ ἐπὶ τῶν ἐναντίων ἔχειν
συμβέβηκεν· ἡ μὲν γὰρ παρουσία τοῦ κακοῦ λύπην, ἡ δὲ προσδοκία
φόβον ἐγέννησεν. φόβος δὲ ἄρα ἦν οὐδὲν ἢ λύπη πρὸ λύπης, ὥσπερ
ἐλπὶς χαρὰ πρὸ χαρᾶς· ὃ γάρ, οἶμαι, πρὸς λύπην φόβος, τοῦτο πρὸς
 χαρὰν ἐλπίς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="164"><p>σημεῖα δὲ τοῦ λεγομένου καὶ αἰσθήσεις ἐναργῆ περιφέρουσι· <lb n="15"/>
γεύσεως γὰρ ὄσφρησις προκαθημένη τὰ πρὸς ἐδωδὴν καὶ πόσιν
σχεδὸν ἅπαντα προδικάζει· ἀφ’ οὗ καὶ προγευστρίδα αὐτὴν ἐκάλεσαν
εἰς τὴν ἐνάργειαν ἀπιδόντες εὐθυβόλως ἔνιοι. πέφυκε δὲ καὶ ἡ ἐλπὶς
ὡσανεὶ τοῦ μέλλοντος ἀγαθοῦ προγεύεσθαι καὶ διασυνιστάνειν αὐτὸ
 ψυχῇ τῇ βεβαίως κτησομένῃ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="165"><p>κἀν ταῖς ὁδοιπορίαις μέντοι πεινήσας <lb n="20"/>
τις καὶ διψήσας, πηγὰς ἐξαίφνης ἰδὼν ἢ δένδρα παντοῖα ἡμέροις βρίθοντα
καρποῖς, μήπω φαγὼν ἢ πιών, ἀλλὰ μηδ’ ἀρυσάμενος ἢ δρεψάμενος
ἐλπίδι τῆς ἀπολαύσεως προπληροῦται. εἶτ’ οἰόμεθα ταῖς μὲν τοῦ
σώματος τροφαῖς καὶ πρὸ τῆς χρήσεως ἑστιᾶσθαι δύνασθαι, τὰς δὲ τῆς
διανοίας οὐχ ἱκανὰς εἶναι καὶ ὁπότε μέλλοιεν ἑστιᾶν προευφραίνειν; <lb n="25"/>
</p></div></div></body></text></TEI>