νοῦς δὲ ἡμῶν ἡνίκα ἐχαλδάιζε μετεωρολεσχῶν, τῷ κόσμῳ τὰς δραστηρίους ἦν περιέπων δυνάμεις ὡς αἰτίας· γενόμενος δὲ μετανάστης ἀπὸ τοῦ Χαλδαϊκοῦ δόγματος ἔγνω ἡνιοχούμενον καὶ κυβερνώμενον αὐτὸν ὑπὸ ἡγεμόνος, οὗ τῆς ἀρχῆς φαντασίαν ἔλαβε. διὸ λέγεται „ὤφθη“ οὐ τὸ ὄν, ἀλλὰ κύριος· οἷον ἐφάνη 2 κύριον D: om. codd., κύριος ex LXX Hoesch. 5 τὸ ὂν Α: ras. 3 litt. Β ἐστι Α οὐδ’ Β ὑπηρετοῦσαι conicio 5. 6 τὸ κύριον ὄνομα conicio 7 ἀρρήτῳ coni. Mang. ἐπιστάτῃ] παλαιστῇ conicio (v. § 44) 8 τοῦτο codd.: om. D 9 καὶ οὐ—κύριον om. D σοι D: om. codd. ὠφελεῖσθαι φησὶ DR 10 κατὰ Coisl. (v. Mang.): καὶ ΑΒ, om. D εὐφημίας DR: εὐφημήσεις DC, ὑφηγήσεις codd., mg. DC γενητῶν Β2: γεννητῶν AB1 11 μηδ’ conicio, μὴ γοῦν coni. Cohn 12 πρεσβύτατον D (Mang.): πρεσβύτερον codd. καὶ D: om. codd. οὐ ῥητός] ἄρρητος DR 13 καὶ μένει ἄρρητος ἄρρητος om. DR) καὶ ἀπερινόητος D καὶ ἀκατάληπτον scripsi: καὶ ἀκατάληπτος D, om. codd. 15 πάντων conicio 16 ταύτης τῆς 17 αὐτὸ Β (Mang.): αὐτὸν Α 19 τά κόσμου τὰς Mang., τὰς ἐν τῷ κόσμῳ δραστηρίους περιεῖπεν conicio περιέπων Mang.: περιιππεύων codd. 6—10 pergit DCDR l. c.: οὕτω καὶ Ἰακὼβ μετὰ τὴν πάλην μαθεῖν ἐθέλων ἤκουσεν ἤκουεν DC.) ἵνα τί—εὐφημίας. 11—13 Dc fol. 44v, DR DH post locum ad p. 157,12 allatum: τί διαπορεῖς, εἰ—ἀκατάληπτος. Mang. falso fragmentum, quod in D sequitur ex libro praem. et poen. 6 (II 414,25—32 M.) depromptum, nostro libro inserendum esse conicit. ὁ βασιλεύς, ἐξ ἀρχῆς μὲν ὤν, οὔπω δὲ τῇ ψυχῇ γνωριζόμενος, ἣ καὶ ὀψιμαθὴς μέν, οὐ μὴν εἰσάπαν ἀμαθὴς διετέλεσεν, ἀλλ’ ἐφαντασιώθη τὴν ἐν τοῖς οὖσιν ἀρχὴν καὶ ἡγεμονίαν. φανεὶς δ’ ὁ ἄρχων ἔτι μᾶλλον εὐεργετεῖ τὸν ἀκροατὴν καὶ θεατὴν φάσκων· „ἐγώ εἰμι θεὸς σός“ (Gen. 17, 1). τίνος γάρ, εἴποιμ’ ἄν , οὐ θεὸς ὑπάρχεις τῶνδε ὅσα εἰς γένεσιν ἦλθεν; ἀλλὰ διδάξει με ὁ ὑποφήτης αὐτοῦ λόγος, ὅτι οὐ περὶ τοῦ κόσμου νῦν λέγει, οὗ δημιουργὸς πάντως ἐστὶ καὶ θεός, ἀλλὰ περὶ ἀνθρωπίνων ψυχῶν, ἃς οὐ τῆς αὐτῆς ἐπιμελείας ἠξίωκε. δικαιοῖ γὰρ τῶν μὲν φαύλων λέγεσθαι κύριος καὶ δεσπότης, τῶν δ’ ἐν προκοπαῖς καὶ βελτιώσεσι θεός, τῶν δ’ ἀρίστων καὶ τελειοτάτων ἀμφότερον, κύριος ὁμοῦ καὶ θεός. αὐτίκα γέ τοι ἔσχατον ὅρον ἀσεβείας ἱδρυσάμενος τὸν Φαραὼ [κύριον καὶ] θεὸν τούτου οὐδέποτε προσεῖπεν ἑαυτόν, ἀλλὰ τὸν σοφὸν Μωυσῆν — λέγει γάρ· „ἰδοὺ δίδωμί σε θεὸν Φαραώ“ (Exod. 7,1) —, κύριον δὲ ὠνόμασε πολλαχοῦ τῶν ὑπ’ αὐτοῦ χρησθέντων· ᾄδεται δὲ τὰ τοιαῦτα· „τάδε λέγει κύριος“ (Exod. 7,17), καὶ ἐν ἀρχῇ· „ἐλάλησε κύριος πρὸς Μωυσῆν λέγων· ἐγὼ κύριος, λάλησον Φαραὼ βασιλεῖ Αἰγύπτου, ὅσα ἐγὼ λαλῶ πρὸς σέ“ (Exod. 6,29), καὶ Μωυσῆς πρὸς αὐτόν·