πιπτέτω μὲν δὴ καὶ σκυθρωπαζέτω γένεσις, φυσικῶς — ἀνίδρυτός τε γὰρ καὶ ἐπίλυπος ἐξ ἑαυτῆς ἐστιν —, ἀνιστάσθω δὲ ὑπὸ θεοῦ καὶ γελάτω· τὸ γὰρ ἔρεισμα αὐτῆς καὶ ἡ χαρὰ μόνος οὗτός ἐστιν. εἰκότως δ’ ἂν ἀπορήσειέ τις, πῶς ἐνδέχεται γελᾶν τινα, μήπω γέλωτος εἰς τὴν καθ’ ἡμᾶς γένεσιν ἐλθόντος· ὁ γὰρ Ἰσαάκ ἐστι γέλως, ὃς κατὰ τὴν παροῦσαν σκέψιν οὔπω γεγένηται. ὥσπερ γὰρ οὔτε βλέπειν χωρὶς ὀφθαλμῶν οὔτ’ ἀκούειν χωρὶς ὤτων οὔτε δίχα μυκτήρων ὀσφραίνεσθαι οὐδ’ αὖ ταῖς ἄλλαις αἰσθήσεσιν ἄνευ τῶν κατ’ αὐτὰς ὀργάνων χρῆσθαι οὔτε καταλαμβάνειν δίχα λογισμοῦ, οὕτως οὐδὲ γελᾶν εἰκὸς ἦν, εἰ μὴ γέλως ἐδεδημιούργητο. τί οὖν χρὴ λέγειν; πολλὰ ἡ φύσις τῶν μελλόντων γίνεσθαι διά τινων συμβόλων προμηνύει. ἢ τὸν νεοττὸν οὐχ ὁρᾷς, ὅς, πρὶν ἀέρι ἐπινήχεσθαι, πτερύσσεσθαι καὶ τοὺς ταρσοὺς διασείειν φιλεῖ, τὴν ἐλπίδα τοῦ πέτεσθαι δυνήσεσθαι προευαγγελιζόμενος; ἀμνὸν δ’ ἢ χίμαρον ἢ βοῦν ἔτι νεογνὸν οὐκ εἶδες, μήπω τῶν κεράτων ἐκπεφυκότων, ὁπότε διερεθίζει τις, ἀντιβεβηκότα καὶ τοῖς μέρεσιν ἐκείνοις ὁρμῶντα πρὸς ἄμυναν, ἐξ ὧν ἡ φύσις τὰ ἀμυντήρια ὅπλα ἀναδίδωσιν; ἔν γε μὴν ταῖς θηριομαχίαις οὐκ εὐθὺς οἱ ταῦροι τοὺς ἀντιτεταγμένους ἀναπείρουσιν, ἀλλ’ εὖ μάλα διαβάντες καὶ μετρίως τὸν αὐχένα χαλάσαντες καὶ θάτερον ἐκκλίναντες καὶ ταυρωπὸν ὄντως ἀποβλεψάμενοι τηνικαῦτα ἐπίασιν, ἔργου ἑξόμενοι. τὸ δὲ γινόμενον ὄρουσιν ἐκάλεσαν, οἷς ὀνοματοποιεῖν ἔθος, ὁρμήν τινα πρὸ ὁρμῆς ὑπάρχουσαν.