<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="141"><p><milestone unit="altref" n="25"/> Τί μὲν οὖν ἐστι τὸ „δώσω σοι“ λέλεκται, τὸ δ’ „ἐξ αὐτῆς“
(Gen. 17, 16) μηνυτέον. οἱ μὲν οὖν τὸ ἔξω γινόμενον αὐτῆς ἐδέξαντο
νομίζοντες ἄριστον κεκρίσθαι παρὰ ὀρθῷ λόγῳ τὸ μηδὲν ἀποφαίνειν
τὴν ψυχὴν ἴδιον αὑτῆς καλόν, ἀλλὰ προσγινόμενον ἔξωθεν κατὰ τὴν
 μεγαλόνοιαν τοῦ χάριτας ὀμβροῦντος θεοῦ· οἱ δὲ τὸ παραυτίκα τάχος·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="142"><p><lb n="25"/>
ἴσον γὰρ εἶναι τὸ ἐξ αὐτῆς τῷ παραχρῆμα, εὐθύς, ἀνυπερθέτως, ἄνευ
μελλήσεως. τοῦτον δὲ τὸν τρόπον αἱ θεῖαι φιλοῦσι συμβαίνειν δωρεαὶ
φθάνουσαι καὶ τὰ χρόνων διαστήματα. τρίτοι δέ εἰσιν οἱ τὴν ἀρετὴν
μητέρα τοῦ γενητοῦ εἶναι λέγοντες ἀγαθοῦ, λαμβάνουσαν τὰς γονὰς
 παρὰ μηδενὸς θνητοῦ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="143"><p>πρὸς δὲ τοὺς ζητοῦντας, εἰ στεῖρα τίκτει — <lb n="30"/>
Σάρραν γὰρ εἰσάγοντες πάλαι στεῖραν οἱ χρησμοὶ νῦν ὅτι γενήσεται
μήτηρ ὁμολογοῦσι —, λεκτέον ἐκεῖνο, ὅτι γυνὴ μὲν στεῖρα τίκτειν οὐ
<note xml:lang="mul" type="footnote"><lb/>1 καὶ om. Β
<lb/>2 φρόνησις om Β
<lb/>6 τοῦ] τῆς coni. Cohn
<lb/>7 ἀγενεῖς Α 
<lb/>8 συγχαρεῖταί Α: οὐ χαριεῖταί Β
<lb/>12 διάπυρον] διάφορον coni. Mang.
<lb/>13 εὑρήσεται Hoesch.
<lb/>16 post οὖσι lacunam statuo
<lb/>20 ἀσυνέτων vel ἀνεπιστημόνων coni. Mang.
<lb/>23 ἄριστα v
<lb/>24 αὐτῆς codd.
<lb/>25 μεγάλην εὔνοιαν coni. Mang. 
<lb/>27 μελήσεως Β
<lb/>29 γεννητοῦ codd.
<lb/>31 εἰσαγαγόντες conicio</note>  

<pb n="v.3.p.181"/>
 πέφυκεν, ὥσπερ  <milestone unit="altpage2" n="p. 600 M."/> οὐδὲ τυφλὸς βλέπειν οὐδὲ κωφὸς ἀκούειν, ψυχὴ δ’ ἡ
πρὸς τὰ φαῦλα ἐστειρωμένη καὶ παθῶν ἀμετρίας καὶ κακιῶν ἄγονος
μόνη σχεδὸν εὐτοκίᾳ χρῆται, τὰ ἀξιέραστα τίκτουσα, τὸν ἀριθμὸν ἑπτὰ
κατὰ τὸ ᾀδόμενον ᾆσμα ὑπὸ τῆς χάριτος, Ἄννης, ἥ φησιν· „στεῖρα
<lb n="5"/> ἔτεκεν ἑπτά, ἡ δὲ πολλὴ ἐν τέκνοις ἠσθένησε“ (I Reg. 2, 5).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="144"><p>καλεῖ δὲ πολλὴν μὲν τὴν ἐκ μιγάδων καὶ συγκλύδων λογισμῶν συμπεφορημένην
διάνοιαν, ἣ διὰ τὸ πλῆθος τῶν περὶ αὐτὴν ὄχλων καὶ θορύβων
ἀνήκεστα κακὰ τίκτει, στεῖραν δὲ τὴν μὴ παραδεχομένην θνητὸν ὡς
γόνιμον σπόρον, ἀλλὰ τὰς τῶν φαύλων ὁμιλίας καὶ συνουσίας ἀναλίσκουσάν
<lb n="10"/> τε καὶ διαφθείρουσαν, περιεχομένην δὲ τῆς ἑβδόμης καὶ τοῦ
κατ’ αὐτὴν εἰρηνικωτάτου· τούτου γὰρ ἐγκύμων τε εἶναι βούλεται καὶ
μήτηρ λέγεσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="145"><p><milestone unit="altref" n="26"/> Τοιοῦτον ἦν καὶ τὸ „ἐξ αὐτῆς“· τὸ δὲ τρίτον, ὃ δὴ „τέκνον“ ἐλέγετο, νῦν διασκεψώμεθα. πρῶτον μὲν τοίνυν ἄξιον θαυμάσαι τὸ μὴ
<lb n="15"/> πολλὰ τέκνα φάναι δώσειν, ἓν δὲ χαριεῖσθαι μόνον. διὰ τί δέ; ὅτι τὸ
καλὸν οὐκ ἐν πλήθει μᾶλλον ἢ δυνάμει πέφυκεν ἐξετάζεσθαι.</p></div></div></body></text></TEI>