<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="136"><p>τοιγαροῦν  ὁ ἐξομολογητικὸς  <milestone unit="altpage2" n="p. 599 M."/> τρόπος, Ἰούδας, ἡσθεὶς αὐτῆς τῷ κατεχομένῳ
καὶ θεοφορήτῳ παρρησιάζεται λέγων· „δεδικαίωται, ἧς ἕνεκα αἰτίας ἐγὼ
οὐδενὶ θνητῷ αὐτὴν ἔδωκα„ (ibid. 26), ἀσεβὲς ἡγούμενος μιαίνειν
<note xml:lang="mul" type="footnote"><lb/>2 αὐτῆς addidi, v. § 141
<lb/>3 κυρίως om. Β
<lb/>5 Ἰσαὰκ post ἄνθρωπος transpon. Β
<lb/>6 υἱός] λόγος coni. Mang. 7.
<lb/>8 γὰρ ἕτερον μὲν conicio 
<lb/>9 Μωσῆς codd.
<lb/>12 lacunam statuit Cohn
<lb/>13 φιλόκοσμον Mang. παιδείας Mang.
<lb/>14 καὶ om. Β
<lb/>16 Μωσῆς codd.
<lb/>18 εἰκάσασα coui. Mang. ταυτα Β
<lb/>21 πάντα Β
<lb/>22 6 addidi ἡ scripsi: ἢ codd. ὁ κόσμος seciusi; videtur vocum ὁ ὁρμίσκπ expiicatio, ἡ κόσμου εἱμαρμένη vel ὁ κόσμος, ἡ εἱμαρμένη coni. Mang.</note> <note xml:lang="mul" type="footnote"><lb/>6 v. ad p. 185,4. 22.
<lb/>23 cf. Gercke, Cηrysippea fr. 42. 56.</note>  

<pb n="v.3.p.180"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="137"><p> βεβήλοις τὰ θεῖα. <milestone unit="altref" n="24"/> μηνύει δὲ καὶ ἡ τρόπον μητρὸς ἀποκυήσασα
φρόνησις τὸ αὐτομαθὲς γένος, ὅτι θεὸς αὐτὸ ἔσπειρε· τεχθέντος γὰρ
ἐπισεμνύνεται φάσκουσα· „γέλωτά μοι ἐποίησεν ὁ κύριος“ (Gen. 21,ὁ),
ἴσον τῷ τὸν Ἰσαὰκ διέπλασεν, ἐδημιούργησεν, ἐγέννησεν, ἐπειδὴ γέλωτι
 ὁ αὐτὸς ἦν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="138"><p>ἀλλ’ οὐ παντός ἐστιν ἀκοῦσαι τὸ ἄκουσμα τοῦτο, πολλοῦ <lb n="5"/>
τοῦ δεισιδαιμονίας ῥυέντος παρ’ ἡμῖν κακοῦ καὶ τὰς ἀνάνδρους καὶ
ἀγεννεῖς ψυχὰς ἐπικλύσαντος. διὸ προστίθησιν· „ὃς γὰρ ἂν ἀκούσῃ,
συγχαρεῖταί μοι“ (ibid.), ὡς ὀλίγων ὄντων, οἷς τὰ ὦτα ἀναπέπταται
καὶ ἀνωρθίασται πρὸς τὴν τῶν ἱερῶν τούτων λόγων ὑποδοχήν, οἳ διδάσκουσιν,
ὡς ἄρα μόνου θεοῦ σπείρειν καὶ γεννᾶν τὰ καλὰ ἔργον ἴδιον· <lb n="10"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="139"><p>πρὸς οὓς οἱ ἄλλοι πάντες κεκώφηνται. στόματι δ’ οἶδά ποτε προφητικῷ
θεσπισθέντα διάπυρον τοιόνδε χρησμόν· „ἐξ ἐμοῦ ὁ καρπός σου
εὕρηται. τίς σοφὸς καὶ συνήσει ταῦτα; συνετὸς καὶ γνώσεται αὐτά“
(Hos. 14, 9. 10) ; τὸν δ’ ὑπηχοῦντα καὶ κρούοντα ἀόρατον ἀοράτως τὸ
φωνῆς ὄργανον ἐνενόουν καὶ ἐθαύμαζον ἅμα καταπληττόμενος καὶ τὸ <lb n="15"/>
 εἰρημένον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="140"><p>εἰ γάρ τι ἀγαθὸν ἐν τοῖς οὖσι * * * μᾶλλον δὲ καὶ ὁ
σύμπας οὐρανός τε καὶ κόσμος, εἰ δεῖ τἀληθὲς εἰπεῖν, θεοῦ καρπός
ἐστιν, ὑφ’ οἷα δένδρου συνεχόμενος τῆς ἀιδίου καὶ ἀειθαλοῦς φύσεως.
συνετῶν δ’ ἐστὶ καὶ σοφῶν ἀνδρῶν τὰ τοιαῦτα γινώσκειν καὶ ὁμολογεῖν,
οὐκ ἀσήμων.</p><lb n="20"/></div></div></body></text></TEI>