διὰ τί δέ; ὅτι τὸ μὲν νόμους μεταγράφειν ἐπ’ ὠφελείᾳ τῶν ἐντευξομένων ψηλαφῶντός ἐστι καὶ διὰ χειρὸς ἔχοντος ἀεὶ τὰ θεῖα καὶ ἀνακεκλημένου (Exod. 24,1) ὑπὸ τοῦ θεσπιῳδοῦ νομοθέτου καὶ εἰληφότος παρ’ αὐτοῦ μεγάλην δωρεάν, ἑρμηνείαν καὶ προφητείαν νόμων ἱερῶν· μεταληφθεὶς γὰρ Μωυσῆς καλεῖται λῆμμα, δύναται δὲ καὶ ψηλάφημα διὰ τὰς εἰρημένας αἰτίας. τὸ δέ γε εὔχεσθαι καὶ εὐλογεῖν οὐκ ἔστι τοῦ τυχόντος, ἀλλ’ ἀνθρώπου τὴν πρὸς γένεσιν μὴ ἑωρακότος συγγένειαν, προσκεκληρωκότος δὲ ἑαυτὸν τῷ πάντων ἡγεμόνι καὶ πατρί· ἀγαπητὸν γάρ, εἴ τῳ ἐξεγένετο εὐλογιστίᾳ χρῆσθαι, τὸ δέ γε καὶ ἑτέροις περιποιεῖν τὸ ἀγαθόν, τοῦτο μείζονος καὶ τελειοτέρας ψυχῆς καὶ ὡς ἀληθῶς θειαζούσης ἦν ἐπάγγελμα, ἧς ὁ τυχὼν εἰκότως θεὸς κεκλήσεται. θεὸς δὲ ὁ αὐτὸς οὗτος ἅτε σοφὸς ὢν καὶ διὰ τοῦτ’ ἄρχων παντὸς ἄφρονος, κἂν εἰ τοῖς βασιλείοις σκήπτροις ἐκεῖνος ἐφιδρύοιτο μεγαλαυχῶν καὶ διὰ τοῦτο οὐχ ἥκιστα. βούλεται γὰρ ὁ τῶν ὅλων ἡγεμών, κἂν ἀφόρητα ἀδικοῦντές τινες μέλλωσι κολάζεσθαι, παραιτητὰς ἔχειν τοὺς ἐντευξομένους ὑπὲρ αὐτῶν, οἳ τὴν τοῦ πατρὸς ἵλεω δύναμιν ἀπομιμούμενοι μετριώτερον καὶ φιλανθρωπότερον χρήσονται ταῖς τιμωρίαις· θεοῦ δὲ τὸ εὐεργετεῖν ἴδιον. Ἀποχρώντως οὖν περὶ τῆς τῶν ὀνομάτων ἀλλαγῆς τε καὶ μεταθέσεως εἰρηκότες ἐπὶ τὰ ἑξῆς τῆς ἐφόδου τρεψόμεθα κεφάλαια. 3 εἴη scripsi: ἡ codd. ἐξοικίζουσαν Β οὕτω] ὄντως Iloescii. 5 καθαρσίοις Mang.: καθαρσίῳ codd. 6 δ’ Β 7 θεσπιζομένους conicio 8 Μωσῆς codd. 11 δὴ conicio ἀναγράφειν conicio 13 θεσπιῳδοῦ] θεοῦ coni. Mang., ὑπὸ τοῦ θεσπιῳδοῦ secl. Cohn 15 Μωσῆς Α 17 μὴ ἡρμοκότος coni. Mang., μέν ὑπερεωρακότος vel μὲν ἀποδεδρακότος conicio 19 εὐλογίᾳ Mang. 20 τελεωτέρας Β 21 θεὸς] ἄνθρωπος θεοῦ vid. leg. 23 σκήπτροις] θρόνοις conicio 23. 24 ἐφιδρύοιτο μεγαλαυχῶν. καὶ διὰ τοῦτο οὐχ ἥκιστα εὔχεται coni. Mang. 25 μέλλουσι Β εἵπετο δ’ εὐθὺς ἡ γένεσις Ἰσαάκ· καλέσας γὰρ τὴν μητέρα αὐτοῦ Σάρραν ἀντὶ Σάρας φησὶ τῷ Ἀβραάμ· „δώσω σοι ἐξ αὐτῆς τέκνον“ (Gen. 17, 16). ἐν μέρει δ’ ἕκαστον ἀκριβωτέον.