<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="121"><p><milestone unit="altref" n="21"/> Ταῦτα καὶ περὶ τούτων. ἀλλὰ καὶ τὸν Ὠσηὲ μετονομάζει Μωυσῆς εἰς τὸν Ἰησοῦν (Num. 13,17), τὸν ποιὸν εἰς ἕξιν μεταχαράττων.
Ὠσηὲ μὲν γὰρ ἑρμηνεύεται ποιὸς οὗτος, Ἰησοῦς δὲ σωτηρία
κυρίου, ἕξεως ὄνομα τῆς ἀρίστης.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="122"><p>ἕξεις γὰρ τῶν κατ’ αὐτὰς ποιῶν ἀμείνους, ὡς μουσικὴ μουσικοῦ καὶ ἰατρικὴ ἰατροῦ καὶ παντὸς τεχνίτου
<lb n="25"/> τέχνη ποιά, καὶ ἀιδιότητι καὶ δυνάμει καὶ τῇ περὶ τὰ θεωρήματα ἀπταίστῳ
ἀκρότητι. ἡ μὲν γὰρ ἕξις ἀίδιον, ἐνεργοῦν, τέλειον, ὁ δὲ ποιὸς
θνητόν, πάσχον, ἀτελές· κρεῖττον δὲ θνητοῦ μὲν τὸ ἄφθαρτον, πάσχοντος
δὲ τὸ δρῶν αἴτιον, τὸ δὲ τέλειον ἀτελοῦς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="123"><p>οὕτω μετεχαράχθη καὶ τὸ τοῦ λεχθέντος νόμισμα πρὸς ἰδέαν βελτίονα. ὁ δὲ Χάλεβ καὶ
<lb n="30"/> αὐτὸς ὅλος ἀλλάττεται· „ἐγένετο“ γάρ φησι „πνεῦμα ἕτερον ἐν αὐτῷ“
(Num. 14,24), ὡσανεὶ τοῦ ἡγεμονικοῦ μεταβαλόντος πρὸς ἄκραν τελειότητα.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="124"><p>καὶ γὰρ ἑρμηνευθείς ἐστι Χάλεβ πᾶσα καρδία· τοῦτο δὲ
<note xml:lang="mul" type="footnote"><lb/>1 νοητά coni. Mang.
<lb/>3 ἄνθρωπος <add>Αἰγύπτιος</add> coni. Mang.
<lb/>4 Μωσῆν codd. 
<lb/>6 ὢν seclusi
<lb/>7 ἐφίωνται codd.
<lb/>10 μόνῳ om. Α
<lb/>11 post καὶ fort. add. part.
<lb/>13 οἰκεῖ scripsi: οἰκεῖον codd., οἰκεῖ οὑν Mang.
<lb/>14 περιέσχετε] περιεχόμεναι ἐκτήσασθε conicio
<lb/>16 δεξιώσεσι coni. Mang.
<lb/>18 τὸ seclusi 
<lb/>21 Μωσῆς codd.
<lb/>25 ποιά] πᾶσα bene coni. Mang.
<lb/>27 πάσχων B2</note>  

<pb n="v.3.p.178"/>
σύμβολον τοῦ μὴ ἐκ μέρους ἐπαμφοτερίζουσαν καὶ ἀντιρρέπουσαν, ἀλλ’
ὅλην δι’ ὅλου τὴν ψυχὴν μεταβεβλῆσθαι πρὸς τὸ δόκιμον, κἂν εἴ τι
μὴ πάνυ ἐπαινετὸν εἴη, λόγοις τοῖς περὶ μετανοίας ἐξοικίσασαν· οὕτω
γὰρ ἐκνιψαμένη τὰ καταρρυπαίνοντα καὶ τοῖς φρονήσεως λουτροῖς χρησαμένη
καὶ καθαρσίοις ἔμελλε φαιδρύνεσθαι.</p><lb n="5"/></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="125"><p><milestone unit="altref" n="22"/> Τὸν δὲ ἀρχιπροφήτην συμβέβηκεν εἶναι πολυώνυμον. ὁπότε
μὲν γὰρ τοὺς χρησμῳδουμένους χρησμοὺς ἑρμηνεύων ὑφηγεῖται, προσαγορεύεται
Μωυσῆς· ὁπότε δ’ εὐχόμενος εὐλογεῖ τὸν λεών, ἄνθρωπος
θεοῦ (Deut. 33,1)· ἡνίκα δὲ Αἴγυπτος τὰς ὑπὲρ τῶν ἀσεβηθέντων
δίκας ἐκτίνει, τοῦ βασιλεύοντος τῆς χώρας Φαραὼ θεός (Exod. 7, 1). <lb n="10"/>
</p></div></div></body></text></TEI>