πεύσεται οὖν εἰκότως ὁ ποιμένι καὶ βασιλεῖ χρώμενος τῷ θείῳ λόγῳ νοῦς τῶν ἑπτὰ θυγατέρων αὐτοῦ· διὰ τί συντείνασαι μετὰ πολλοῦ τάχους τήμερον ἀφῖχθε (Exod. 2, 18) ; πρότερον γὰρ ὅτ’ ἐνετυγχάνετε τοῖς αἰσθητοῖς, μακρὸν χρόνον ἔξω διατρίβουσαι μόλις ἐπανῄειτε δελεαζόμεναι πρὸς αὐτῶν· νυνὶ δ’ οὐκ οἶδ’ ὅ τι παθοῦσαι συντόνως παρὰ τὸ εἰωθὸς ἐπανήκετε. φήσουσιν οὖν, ὅτι 7 ποτίζουσι Mang.: πίνουσι codd. 9 αὐτῷ per errorem Mang. 11 καὶ om. Β 13 ἔξω Μang.: ἐξὸν codd., ἐξ ὦν coni. et post ἀγώγιμα add. αἰσθήσει Markland 14 ἀγώγιμον παραδιδόναι τοῖς φαινομένοις (πρὸς τὰ φαινόμενα Cohn) conicio ποιμαινόμενα Mang. 15 Μωσῆς codd. 16 ὑπερασπιεῖ conicio αὐτὰς scripsi: αὐτά codd. κατατρεχόντων coni. Mang. 21 ἀξιωθεῖσαι coni. Mang. 23 τούτου τῆς conicio 26 πεύσεται Mang.: πευστέον codd. καὶ addidi 31 συντόνως Mang.: συντόμως codd. οὐκ αὐταὶ γεγόνασιν αἴτιαι τοῦ τὸν δίαυλον ἐπὶ τὰ αἰσθητὰ καὶ ἀπὸ τῶν αἰσθητῶν ἀπνευστὶ καὶ μετὰ πολλῆς ῥύμης δραμεῖν, ἀλλ’ ὁ ῥυσάμενος αὐτὰς ἄνθρωπος ἀπὸ τῶν τῆς ἀγρίας ἀγέλης ποιμένων. Αἰγύπτιον δὲ καλοῦσι Μωυσῆν (ibid. 19), τὸν οὐ μόνον Ἑβραῖον, ἀλλὰ καὶ τοῦ καθαρωτάτου γένους ὄντα Ἑβραίων, ὃ ἱερᾶται μόνον, οὐ δυνάμεναι τὴν ἑαυτῶν φύσιν ὑπερβῆναι. μεθόριοι γὰρ αἱ αἰσθήσεις οὖσαι [τῶν] νοητῶν τε καὶ αἰσθητῶν ἀγαπητὸν ἐὰν ἑκατέρων ἐφιῶνται, ἀλλὰ μὴ ὑπὸ μόνων τῶν αἰσθητῶν ἄγωνται· τὸ δ’ οἴεσθαι ὅτι μόνοις ποτὲ τοῖς κατὰ διάνοιαν ἐπανέξουσιν εὐήθεια πολλή. οὗ χάριν ἀμφότερα τιθέασι, διὰ μὲν τοῦ „ἄνθρωπος“ τὰ μόνῳ λόγῳ θεωρητὰ μηνύουσαι, διὰ δὲ τοῦ „Αἰγύπτιος“ παριστᾶσαι τὰ αἰσθητά. ταῦτ’ ἀκούσας καὶ πάλιν πεύσεται· „ποῦ ἐστιν“ ὁ ἄνθρωπος (ibid. 20) ; ἐν τίνι μέρει τῶν καθ’ ὑμᾶς οἰκεῖ τὸ λογικὸν εἶδος; „ἵνα τί αὐτὸν“ ῥᾳδίως οὕτω „καταλελοίπατε“ (ibid.), ἀλλ’ οὐχ ἅπαξ ἐντυχοῦσαι περιέσχετε κτῆμα κάλλιστον καὶ λυσιτελέστατον ἑαυταῖς; ἀλλ’ εἰ μὴ πρότερον, νῦν „αὐτὸν καλέσατε, ὅπως ἂν φάγῃ“ (ibid.) καὶ τραφῇ ταῖς ὑμετέραις βελτιώσεσι καὶ πρὸς αὐτὸν οἰκειώσεσι. τάχα γὰρ καὶ οἰκήσει παρ’ ἡμῖν καὶ τὸ πτηνὸν καὶ [τὸ] θεοφόρητον καὶ προφητικὸν γένος, ὄνομα Σεπφώραν, ἄξεται (ibid. 21).