ἦν οὖν ἀκόλουθον τὸ μηδ’ ὄνομα κύριον ἐπιφημισθῆναι δύνασθαι τῷ ὄντι πρὸς ἀλήθειαν. οὐχ ὁρᾷς ὅτι φιλοπευστοῦντι τῷ προφήτῃ, τί τοῖς περὶ τοῦ ὀνόματος αὐτοῦ ζητοῦσιν ἀποκριτέον, φησὶν ὅτι „ἐγώ εἰμι ὁ ὤν“ (Exod. 3, 14), ἴσον τῷ εἶναι πέφυκα, οὐ λέγεσθαι; τοῦ δὲ μὴ παντάπασιν ἀμοιρῆσαι τὸ τῶν ἀνθρώπων γένος προσρήσεως τοῦ ἀρίστου, δίδωσι καταχρῆσθαι ὡς ἂν ὁ ὢν ὀνόματι τοιούτῳ· „κύριος ὁ θεὸς“ τῶν τριῶν φύσεων, διδασκαλίας, τελειότητος, ἀσκήσεως, ὧν σύμβολα Ἀβραάμ, Ἰσαάκ, Ἰακὼβ ἀναγράφεται. „τοῦτο γάρ μου" φησίν „ὄνομα αἰώνιον“ ὡς ἂν ἐν τῷ καθ’ ἡμᾶς αἰῶνι ἐξεταζόμενον, οὐκ ἐν τῷ πρὸ αἰῶνος, „καὶ μνημόσυνον“, οὐ τὸ πέρα μνήμης καὶ νοήσεως ἱστάμενον, καὶ πάλιν „γενεαῖς“ (ibid. 15), οὐ φύσεσιν ἀγενήτοις. καταχρήσεως γὰρ ὀνόματος θείου δεῖ τοῖς εἰς τὴν θνητὴν γένεσιν ἐλθοῦσιν, ἵν’, εἰ καὶ μὴ πράγματι, ὀνόματι γοῦν προσερχόμενοι ἀρίστῳ κατ’ αὐτὸ κοσμῶνται. δηλοῖ δὲ καὶ λόγιον ἐκ προσώπου θεσπισθὲν τοῦ τῶν ὅλων ἡγεμόνος περὶ τοῦ μηδενὶ δεδηλῶσθαι τὸ ὄνομα αὐτοῦ κύριον. „ὤφθην“ φησί 3 ἀκατονόμαστον D 4 τίς γὰρ D: ἐστι. τίς codd. 5 ἢ fort. del. 7 πρὸς ἀλήθειαν ante alt. τῷ add. codd., om. D 8 τί om. DRD2C τοῦ D: om. codd. ὅτι om. D 9 ἴσον τῷ] εἰς ὢν τὸ DR 10 ἀμοιρῆσαι D (Mang.): ἀφαιρῆσαι codd. τῶν D: om. codd. 11 ἀρρήτου coni. Mang. δίδωσι D (Hoesch.): δίδωμι codd. καταχρήσασθαι D καταχρῆσθαι ὁ ἀκατονόμαστος ὢν conicio ἄν D (Hoesch.): ἐν codd. ὁ ὢν D: om. codd. τοιούτω D: τῶ κυρίω codd. 12 τελειότητος D: ὁσιότητος codd. 13 Ἰακὼβ D: καὶ Ἰακὼβ codd. μου D: om. codd. 14 ἄν D: om. codd. 15 πέρα D: πέραν codd. 16 καὶ πάλιν—ἀγενήτοις om. D κατὰ χρῆσιν 17 θνητὴν D (Mang): ὠνητὴν codd. 17. 18 ἐλθοῦσιν εἰμὶ καὶ πράγματι D 18 προσερυόμενοι D, προσχρώμενοι coni. Mang., προσεχόμενοι coni. Cohn 20 τὸ scripsi: τό δν DR, ἀνθρώπων DC (fort. scrib. ἀνθρώπων τὸ), om. codd. ὄνομα D: ὀνόματι codd., ὄνομά τι Hoesch. κύριον D (Hoesch.): κυρίω codd. 20. 159,1 ὤφθην—αὐτῶν καὶ D: om. codd. 2—4 DC fol. 224r τοῦ αὐτοῦ ἐκ τοὐ περὶ τῶν μετονομαζομένων DR fol. 222 v: τί θαυμαστόν . . . . εἶδεν. 7—9 pergit DC DR I. c.: οὐχ ὁρᾷς—λέγεσθαι. 7—18 DC fol. 224 r τοῦ αὐτοῦ ἐκ τοῦ περὶ τῶν ἐν γενέσει ζητημάτων: φιλοπευστοῦντι τῷ προφήτῃ τοῖς περὶ—κοσμοῦνται (sic). 20—129,2 pergit DC DR post ad lin. 7—9 allatum: περὶ δὲ τοῦ μηδενὶ—αὐτοῖς. „πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου κύριον οὐκ ἐδήλωσα αὐτοῖς“ (Exod. 6,3). τοῦ γὰρ ὑπερβατοῦ μετατεθέντος ἑξῆς ἂν τοιοῦτος εἴη λόγος· „ὄνομά μου τὸ κύριον οὐκ ἐδήλωσα αὐτοῖς“, ἀλλὰ τὸ ἐν καταχρήσει διὰ τὰς εἰρημένας αἰτίας. οὕτω μέντοι τὸ ὂν ἄρρητόν ἐστιν, ὥστ’ οὐδὲ αἱ ὑπηρετούμεναι δυνάμεις κύριον ὄνομα ἡμῖν λέγουσι· μετὰ γοῦν τὴν πάλην, ἣν ὑπὲρ κτήσεως ἀρετῆς ὁ ἀσκητὴς ἐπάλαισε, φησὶ τῷ ἀοράτῳ ἐπιστάτῃ· „ἀνάγγειλόν μοι τὸ ὄνομά σου“, ὁ δὲ εἶπεν· „ἵνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου;“ (Gen. 32,29), καὶ οὐ μηνύει τὸ ἴδιον καὶ κύριον. ἀπόχρη γάρ σοι, φησίν, ὠφελεῖσθαι κατὰ τὰς ἐμὰς εὐφημίας, τὰ δὲ γενητῶν σύμβολα, ὀνόματα, μὴ ζήτει παρὰ φύσεσιν ἀφθάρτοις· μήτ’ οὖν διαπόρει, εἰ τὸ τῶν ὄντων πρεσβύτατον ἄρρητον, ὁπότε καὶ ὁ λόγος αὐτοῦ κυρίῳ ὀνόματι οὐ ῥητὸς ἡμῖν· καὶ μὴν εἰ ἄρρητον, καὶ ἀπερινόητον καὶ ἀκατάληπτον· ὥστε τὸ „ὤφθη κύριος τῷ Ἀβραὰμ“ (Gen. 17,1) λέγεσθαι ὑπονοητέον οὐχ ὡς ἐπιλάμποντος καὶ ἐπιφαινομένου τοῦ παντὸς αἰτίου — τίς γὰρ ἀνθρώπειος νοῦς τὸ μέγεθος τῆς φαντασίας ἱκανός ἐστι χωρῆσαι; —, ἀλλ’ ὡς μιᾶς τῶν περὶ αὐτὸ δυνάμεων, τῆς βασιλικῆς, προφαινομένης· ἡ γὰρ κύριος πρόσρησις ἀρχῆς καὶ βασιλείας ἐστί.