<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="101"><p>ἆρ’ οὐ προσφυῶς εὐφυΐᾳ μὲν [ἡ] μνήμη, μαθήσει
δὲ ἀνάμνησις ἐφαρμόζεται; καὶ μὴν ὃν λόγον ἔχει Συμεὼν πρὸς <lb n="15"/>
Ῥουβήν, τὸ δ’ ἐστὶ μάθησις πρὸς φύσιν, τοῦτον ἔχει λόγον Μανασσῆς
 πρὸς Ἐφραΐμ, τὸ δ’ ἐστὶ πρὸς μνήμην ἀνάμνησις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="102"><p>ὡς γὰρ τὸ εὐφυὲς
ἄμεινον τοῦ μανθάνοντος — τὸ μὲν γὰρ ἔοικεν ὁράσει, τὸ δὲ ἀκοῇ·
ἀκοὴ δὲ ὁράσεως <milestone unit="altpage1" n="p. 594 Μ."/>  τὰ δεύτερα φέρεται —, οὕτω τὸ μνημονικὸν τοῦ
ἀναμιμνῃσκομένου πανταχοῦ κρεῖττον, ὅτι τὸ μὲν λήθῃ κέκραται, τὸ δὲ <lb n="20"/>
ἀμιγὲς καὶ ἄκρατον ἐξ ἀρχῆς ἄχρι τέλους διαμένει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="103"><p><milestone unit="altref" n="17"/> Καὶ μὴν τόν γε τοῦ ἀρχιπροφήτου πενθερὸν τοτὲ μὲν Ἰοθὸρ
τοτὲ δὲ Ῥαγουὴλ οἱ χρησμοὶ καλοῦσιν· Ἰοθὸρ μέν, ὅταν τῦφος εὐημερῇ·
μεταληφθεὶς γάρ ἐστι περισσός, περιττὸν δὲ ἀψευδεῖ βίῳ τῦφος, γέλωτα
μὲν τὰ ἴσα καὶ ἀναγκαῖα τῷ βίῳ τιθέμενος, τὰ δὲ πλεονεξίας ἄνισα <lb n="25"/>
 σεμνύνων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="104"><p>οὗτος καὶ ἀνθρώπεια θείων καὶ ἔθη νόμων καὶ βέβηλα ἱερῶν
καὶ θνητὰ ἀθανάτων καὶ συνόλως τὸ δοκεῖν τοῦ εἶναι προτιμᾷ. καὶ
ἐπιτολμήσας αὐτοκέλευστος εἰς τὴν τοῦ συμβούλου παρέρχεται τάξιν,
ὑφηγούμενος τῷ σοφῷ [μὴ] ἀναδιδάσκειν ἃ μόνα μανθάνειν ἄξιον, „τὰ
προστάγματα τοῦ θεοῦ καὶ τὸν νόμον“ (Exod. 18,20), ἀλλὰ <add>μὴ</add> τὰ <lb n="30"/>
πρὸς ἀλλήλους ἀνθρώπων συμβόλαια, τῆς ἀκοινωνήτου σχεδὸν αἴτια
κοινωνίας. καὶ ὁ μέγας πάντα πειθαρχεῖ, νομίσας ἁρμόττον εἶναι μικροῖς
<note xml:lang="mul" type="footnote"><lb/>5 τῷ seclusi, τῷ post ὡς vid. add.
<lb/>9 σύμβολόν ἐστι· οὕτω γάρ καλεῖται Mang. δ’ s. s. Β 12.
<lb/>13 ὑπαναπολεῖ coni. Ηoesch., ἐπαναπολεῖ coni. Mang.
<lb/>14 ἡ seclusi 
<lb/>16 Ῥουβὶμ codd. τόδε Α <add>τὸν</add> λόγον conicio
<lb/>19 δευτερεῖα Cantabr. Coll. S. Trin. (Mang.), fort. recte
<lb/>24 ἀπλανεῖ coni. Mang.
<lb/>25 ὢ ἄνισα coni. Mang.
<lb/>29 μὴ secl. Mang.
<lb/>30 μὴ add. Mang. (v. LXX)</note>  

<pb n="v.3.p.175"/>
μὲν τὰ μικρά, μεγάλοις δὲ τὰ μεγάλα δίκαια τίθεσθαι (ibid. 22.24).
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="105"><p>μεταβαλὼν δὲ πολλάκις ὁ δοκησίσοφος οὗτος καὶ μεταβὰς ἀπὸ τῶν θρεμμάτων, ἃ δὴ τυφλὸς ἔλαχεν ἡνιοχεῖν, ἀναζητήσας τὴν θείαν ἀγέλην
μέρος οὐ μεμπτὸν αὐτῆς γίνεται, θαυμάσας τῆς φύσεως τὸν ἀγελάρχην
<lb n="5"/> καὶ τῆς ἐπιστασίας ἀγάμενος, ᾗ χρῆται πρὸς τὴν τῶν ἑαυτοῦ θρεμμάτων
ἐπιμέλειαν· ἑρμηνεύεται γὰρ Ῥαγουὴλ (Exod. 2, 18) ποιμασία
θεοῦ. </p></div></div></body></text></TEI>