<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg017.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.1st1K-grc1" subtype="section" n="6"><p>εἰκὸς γὰρ ἦν, εἰ διὰ φόβον ἀπεδίδρασκε, τῇ τὸν φόβον ἐπανατειναμένῃ παρηγορῆσαι
πρᾳοπαθεῖν· τηνικαῦτα γὰρ ἀσφαλὲς ἦν ἐπανέρχεσθαι τῇ φυγούσῃ,
πρότερον δ’ οὔ. ἀλλὰ τῇ μὲν οὐδεὶς προεντυγχάνει ἅτε ἐξευμενισθείσῃ
<lb n="15"/> δι’ ἑαυτῆς, τὴν δὲ ὁ δι’ εὔνοιαν φίλος ὁμοῦ καὶ σύμβουλος ἔλεγχος
διδάσκει μὴ αἰδεῖσθαι μόνον, ἀλλὰ καὶ εὐτολμίᾳ χρῆσθαι· ἥμισυ γὰρ
ἀρετῆς εἶναι τὴν δίχα τοῦ θαρρεῖν αἰδῶ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.1st1K-grc1" subtype="section" n="7"><p><milestone unit="altref" n="2"/> Τοὺς μὲν οὖν ἀκριβεστέρους χαρακτῆρας ὁ ἑξῆς μηνύσει λόγος. ἐπανιτέον δ’ ἐπὶ τὰ προταθέντα κεφάλαια καὶ ἀρκτέον ἀπὸ τῶν
<lb n="20"/> μίσους χάριν ἀποδιδρασκόντων. „ἔκρυψε“ γάρ φησιν „Ἰακὼβ Λάβαν
τὸν Σύρον, τοῦ μὴ ἀπαγγεῖλαι αὐτῷ ὅτι ἀποδιδράσκει, καὶ ἀπέδρα
αὐτὸς καὶ τὰ αὐτοῦ πάντα“ (Gen. 31,20. 21).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.1st1K-grc1" subtype="section" n="8"><p>τίς οὖν αἰτία τοῦ μίσους; ποθεῖς γὰρ ἴσως δὴ τοῦτο μαθεῖν. εἰσί τινες οἱ τὴν ἄποιον
καὶ ἀνείδεον καὶ ἀσχημάτιστον οὐσίαν θεοπλαστοῦντες, τὸ κινοῦν αἴτιον
<lb n="25"/> οὔτε εἰδότες οὔτε παρὰ τῶν εἰδότων μαθεῖν σπουδάσαντες, ἀγνοίᾳ δὲ
καὶ ἀμαθίᾳ κεχρημένοι τοῦ καλλίστου μαθήματος, οὗ πρώτου καὶ μόνου
τὴν ἐπιστήμην ἐκπονεῖν ἦν ἀναγκαῖον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.1st1K-grc1" subtype="section" n="9"><p>ὁ Λάβαν τοῦ γένους ἐστὶ τούτου·
<note xml:lang="mul" type="footnote"><lb/>5 Ἡσαῦ GH παραστήσομεν scripsi: παραστήσομαι codd.
<lb/>7 θε λόγον ex θείων λόγων corr. Η ἃ χρὴ] ἄχρι G
<lb/>8 δεσπότην Η 11.
<lb/>12 ἦν εἰ — φόβον add. in mg. H2
<lb/>12 ἐπανατειναμένην Turn.
<lb/>13 πραϋπαθεῖν coni. Mang.
<lb/>15 6 δι’ εὔνοιαν] διάνοιαν G φίλος ὁμοῦ G: ὁμοῦ φάος H
<lb/>16 μόνον] μέν coni. Mang. εὐτολμίας G
<lb/>19 81 H προταθέντα Mang.: προτεθέντα codd.
<lb/>21 τοῦ] τὸ G
<lb/>23 τοῦτο Turn.: τι τοῦ codd., τι <add>περὶ τού</add>του conicio, τι<add>να</add> τού<add>του</add> coni. Cohn
<lb/>24 οὐσίαν] ὕλην coni. Mang. κινοῦν] τῶν γινομένων coni. Mang.
<lb/>25 ἰδόντες G ἰδόντων G</note> <note xml:lang="lat" type="footnote"><lb/>27 sqq. cf. Orig. Contra Celsum IV
<lb/>43 p. 536.</note>  

<pb n="v.3.p.112"/>
τὴν γὰρ ἄσημον αὐτῷ ποίμνην οἱ χρησμοὶ προσνέμουσιν (Gen. 30,42)·
ἄσημος δὲ ἐν μὲν τοῖς ὅλοις ἡ ἄποιος ὕλη, ἐν ἀνθρώποις δὲ ἡ ἀμαθὴς
 ψυχὴ καὶ ἀπαιδαγώγητος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.1st1K-grc1" subtype="section" n="10"><p>ἕτεροι δ’ εἰσὶ τῆς ἀμείνονος μοίρας, οἳ νοῦν
ἔφασαν ἐλθόντα πάντα διακοσμῆσαι, τὴν ἐξ ὀχλοκρατίας ἐν τοῖς οὖσιν
ἀταξίαν εἰς ἀρχῆς νομίμου, βασιλείας, τάξιν ἀγαγόντα. τοῦ θιάσου <lb n="5"/>
τούτου χορευτὴς Ἰακώβ ἐστιν, ὃς ἐπιστατεῖ τῆς ἐπισήμου ποικίλης
ἀγέλης· ἐπίσημον δὲ πάλιν καὶ ποικίλον ἐν μὲν τοῖς ὅλοις τὸ εἶδος, ἐν
 δὲ ἀνθρώποις ἡ εὐπαίδευτος καὶ φιλομαθὴς διάνοια.</p></div></div></body></text></TEI>