<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg017.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.1st1K-grc1" subtype="section" n="201"><p>νυνὶ δ’ εἰσὶν „οἱ λάκκοι συντετριμμένοι“, <lb n="10"/> τουτέστι πᾶσαι τῆς ἀναγώγου ψυχῆς αἱ δεξαμεναὶ τεθραυσμέναι καὶ
διαρρέουσαι, μὴ δυνάμεναι συσχεῖν καὶ φυλάξαι τὴν τῶν οἵων τε ὠφελεῖν
ἐπιρροήν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.1st1K-grc1" subtype="section" n="202"><p><milestone unit="altref" n="37"/> Ἃ μὲν οὖν περὶ πηγῶν καιρὸς ἦν εἰπεῖν λέλεκται. πάνυ δ’ ἐξητασμένως τὴν Ἄγαρ εἰσάγουσιν οἱ χρησμοὶ εὑρισκομένην μὲν ἐπὶ
<lb n="15"/> τῆς πηγῆς (Gen. 16,7), οὐκ ἀρυτομένην δ’ ἀπ’ αὐτῆς. οὔπω γάρ
ἐστιν ἱκανὴ ψυχὴ προκόπτουσα τῷ σοφίας ἀκράτῳ ποτῷ χρῆσθαι, πλησίον
δ’ οὐ κεκώλυται ποιεῖσθαι τὰς διατριβάς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.1st1K-grc1" subtype="section" n="203"><p>ἔστι δὲ καὶ λεωφόρος πᾶσα ἡ κατὰ παιδείαν ὁδὸς ἐχυρωτάτη καὶ εὐερκεστάτη. διό φησιν
"ἐν τῇ ὁδῷ Σοὺρ“ αὐτὴν εὑρεθῆναι (ibid.), τεῖχος δὲ ἢ εὐθυσμὸς
<lb n="20"/> ἑρμηνεύεται Σούρ. ἐνλαλῶν οὖν ὁ ἔλεγχος τῇ ψυχῇ φησιν αὐτῇ·
„πόθεν ἔρχῃ, καὶ ποῦ πορεύῃ“ (ibid. 8). τοῦτο δ’ οὐκ ἐνδοιάζων
καὶ οὐ πυνθανόμενος μᾶλλον ἢ δυσωπῶν καὶ ὀνειδίζων προφέρεται·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.1st1K-grc1" subtype="section" n="204"><p>θέμις γὰρ οὐδὲν ἀγνοεῖν τῶν καθ’ ἡμᾶς ἀγγέλῳ. σημεῖον δέ· καὶ τὰ κατὰ γαστρός, ἅπερ ἄδηλα γενέσει, σαφῶς οἶδεν ἐν οἷς φησιν· "ἰδοὺ σὺ
<lb n="25"/> ἐν γαστρὶ ἔχεις, καὶ τέξῃ παιδίον, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ“
<note xml:lang="mul" type="footnote"><lb/>1 ἰδίους Η1, fort. recte
<lb/>3 οἱ σοφοί om. L
<lb/>4 ἐπιστήμης conicio 4.
<lb/>5 ἀναδιδόντα conicio
<lb/>5 ἑαυτῶν G: αὐτῶν H1, αὑτῶν Η2
<lb/>8 alt. καὶ] ὡς Gohn, nisi potius deest part. κελευόντων Mang., παραινούντων couicio) φρενὶ G2 in ras.: φέρει Η, φρεσὶ conicio
<lb/>9 δέ εἰσιν Η
<lb/>10 ἐναγώγου H αἱ om. V
<lb/>11 συσχεῖν G(Mang.): τυχεῖν Η
<lb/>12 ἐπιρροεῖν Η1 
<lb/>13 ἦν om. Turn.
<lb/>14 ante τὴν ras.
<lb/>2 litt. G ἄγουσιν Η 
<lb/>15 ἀρυτομένην G: ἀρρυομένην Η, ἀρυομένην v
<lb/>16 ψυχὴ GH: πηγὴ L
<lb/>18 ἡ om. V
<lb/>19 εὐθυσμός suspectum
<lb/>20 ἐνλαλῶν GHL2: καὶ λαλῶν L1, ἐκλαλῶν V, ἐντυχὼν coni. Mang., συλλαλῶν coni. Cohn, ἐνομιλῶν vel ἐνδιατρίβων conicio 
<lb/>23 ἀγγέλων G, ἐλέγχῳ coni. Mang.
<lb/>24 κατὰ om. L
<lb/>25 τέξεις Η</note> <note xml:lang="mul" type="footnote">3—5 Origenes contra Cels. IV
<lb/>44 p. 537: οἱ δίκαιοι λάκκους μέν κατασκευάζουσι, φρέατα δὲ ὀρύσσουσι, τὴν ἐνυπάρχουσαν γῆν (leg. πηγὴν) καὶ ἀρχὴν τῶν ποτίμων ἀγαθῶν ἐξευρεῖν ζητοῦντες.</note>  

<pb n="v.3.p.154"/>
(ibid. 11). τὸ γὰρ γνῶναι, ὅτι τὸ κυοφορούμενον ἄρρεν ἐστίν, οὐκ
ἀνθρωπίνης δυνάμεως, ἀλλ’ οὐδὲ τὸ τὴν προαίρεσιν ᾗ χρήσεται τοῦ
βίου ὁ μήπω γεγενημένος, ὅτι ἀγροῖκος, ἀλλ’ οὐ πολιτικὴ καὶ ἥμερος.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.1st1K-grc1" subtype="section" n="205"><p>τὸ "πόθεν οὖν ἔρχῃ“ πρὸς ἐπίπληξιν λέγεται τῆς ἀποδιδρασκούσης
ψυχῆς τὴν ἀμείνω καὶ κυρίαν γνώμην, ἧς θεραπαινὶς οὐ λεγομένη μᾶλλον <lb n="5"/>
ἢ ἔργοις ὑπάρχουσα μέγα κλέος ἔμελλεν [ἐξ]οἴσεσθαι. „ποῖ δὲ καὶ
 πορεύῃ“; τὰ ἄδηλα μετατρέχεις, τὰ ὁμολογούμενα ἀπορρίψασα.</p></div></div></body></text></TEI>