<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg017.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.1st1K-grc1" subtype="section" n="16"><p>ἐλεύθεραι γὰρ καὶ τοῖς ὀνόμασι καὶ τοῖς ἐνθυμήμασιν οὐδένα τῶν ἀφρόνων νομίζουσι πλούσιον ἢ ἔνδοξον εἶναι, πάντας δ’, ὡς ἔπος εἰπεῖν, ἀδόξους
καὶ πένητας, κἂν βασιλέων πολυχρύσων τύχας ὑπερβάλλωσιν. οὐ γάρ
φασι τὸν πλοῦτον τοῦ πατρός, ἀλλὰ τὸν ἀφαιρεθέντα πλοῦτον, οὐδὲ τὴν
<lb n="10"/> ἐκείνου δόξαν, ἀλλὰ τὴν ἀφαιρεθεῖσαν αὐτοῦ δόξαν σχήσειν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.1st1K-grc1" subtype="section" n="17"><p>ἐστέρηται δ’ ὁ φαῦλος τοῦ ἀληθινοῦ πλούτου καὶ τῆς ἀψευδοῦς εὐδοξίας· τὰ γὰρ
ἀγαθὰ ταῦτα φρόνησις καὶ σωφροσύνη καὶ αἱ συγγενεῖς περιποιοῦσι διαθέσεις, ὧν αἱ φιλάρετοι ψυχαὶ κληρονομοῦσιν. οὐοῦν οὐ</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.1st1K-grc1" subtype="section" n="18"><p>τὰ προσόντα τῷ μοχθηρῷ, τὰ δ’ ὧν ἐκεῖνος ἐστέρηται περιουσία καὶ εὔκλεια τοῖς
<lb n="15"/> ἀστείοις ἐστίν· ἐστέρηται δὲ ἀρετῶν, αἳ δὴ κτήματα τῶνδε γεγόνασιν,
<note xml:lang="mul" type="footnote"><lb/>2 ἢ scripsi (sic LXX et. qnh ler. div. ber. § 44) καὶ codd. ἀλλότριαι scripsi: ἀλλότριοι codd.; genuina scriptura αἱ ἀλλότριαι esse videtur: cf. ad lin.
<lb/>2 2.3 λελόγισθε corr. ex λελογίσθαι H, λελόγιστε L
<lb/>4 πάντα τὸν πλοῦτον καὶ τὴν δόξαν ex LXX et §
<lb/>16 conicio
<lb/>6 ἐλεύθεροι v γὰρ <add>καὶ πλούσιαι</add> ex Ambros. conicio ὀνόμασι] γένεσι coni. Mang.
<lb/>9 ἀφαιρεθέντα #x003E; conicio 
<lb/>13 ὧν] ἁ vel κληρονόμοι εἰσίν coni. Mang.
<lb/>15 δ’ ἢ G τῶνδε G: αὐτῶν H</note>  

<pb n="v.3.p.114"/>
ἵνα καὶ τὸ ἑτέρωθι λεχθὲν συνᾴδῃ· „τὰ βδελύγματα Αἰγύπτου θύσομεν
κυρίῳ τῷ θεῷ“ (Exod. 8,26)· τέλεια γὰρ καὶ ἄμωμα ἱερεῖα αἱ ἀρεταὶ
καὶ αἱ κατὰ ἀρετὰς πράξεις, ἃς τὸ φιλοπαθὲς Αἰγύπτιον βδελύττεται
 σῶμα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.1st1K-grc1" subtype="section" n="19"><p>καθάπερ γὰρ ἐνταῦθα φυσικῶς τὰ βέβηλα παρ’ Αἰγυπτίοις ἱερὰ
παρὰ τοῖς ὀξὺ καθορῶσι λέγεται καὶ πάντα θύεται, τὸν αὐτὸν τρόπον <lb n="5"/>
καὶ ὧν ἐστέρηται καὶ ἀφῄρηται πᾶς ἄφρων, τούτων κληρονόμος ἔσται
ὁ καλοκἀγαθίας ἑταῖρος· ταῦτα <milestone unit="altpage1" n="p. 549 M."/>  δέ ἐστι δόξα ἀληθὴς ἐπιστήμης ἀδιαφοροῦσα
καὶ πλοῦτος οὐχ ὁ τυφλός, ἀλλ’ ὁ τῶν ὄντων ὀξυδερκέστατος,
ὃς οὐδὲν παραδέχεται νόμισμα κίβδηλον, ἀλλ’ οὐδ’ ἄψυχον τὸ παράπαν,
 εἰ καὶ δόκιμον εἴη.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.1st1K-grc1" subtype="section" n="20"><p>προσηκόντως οὖν ἀποδράσεται τὸν τῶν θείων ἀγαθῶν <lb n="10"/>
ἀμέτοχον, ὃς καὶ ἐν οἷς ἕτερον αἰτιᾶται διαβάλλων ἑαυτὸν λέληθεν,
ἐπειδὰν φῇ· „εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε“ (Gen. 31,27).
αὐτὸ γὰρ τοῦτο φυγῆς ἦν ἄξιον, εἰ μυρίων δεσποτῶν δοῦλος ὤν, ἐπιμορφάζων
 ἀρχὴν καὶ ἡγεμονίαν, ἐλευθερίαν ἄλλοις ἐκήρυττες.</p></div></div></body></text></TEI>