<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg017.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.1st1K-grc1" subtype="section" n="139"><p>διδαχθήσονται δὲ ὑπὸ τοῦ θεοπρόπου, ὅτι „οὗτός ἐστιν ὁ ἄρτος, ὃν ἔδωκε κύριος αὐτοῖς φαγεῖν“
(ibid. 15). τίς οὖν ὁ ἄρτος, εἰπέ. „τοῦτο“ φησί „τὸ ῥῆμα ὃ συνέταξε
κύριος“ (ibid. 16). ἡ θεία σύνταξις αὕτη τὴν ὁρατικὴν ψυχὴν φωτίζει
<note xml:lang="mul" type="footnote"><lb/>1 ἧς Turn.: ἦ G2H, ἦ G1
<lb/>3 Μωσῆς codd. ἤδεσαν Η
<lb/>9 καὶ σφόδρ’ G: σφόδρα Η δοθὲν Markland 9.
<lb/>10 ἀγνοοῦσιν Η
<lb/>10 μέλιτος <add>μὲν</add> conicio
<lb/>11 χιῶνος GH1
<lb/>14 αὐτὴ G</note>  

<pb n="v.3.p.140"/>
τε ὁμοῦ καὶ γλυκαίνει, φέγγος μὲν τὸ ἀληθείας ἀπαστράπτουσα, πειθοῖ
δέ, ἀρετῇ γλυκείᾳ, τοὺς διψῶντας καὶ πεινῶντας καλοκἀγαθίας ἐφηδύνουσα.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.1st1K-grc1" subtype="section" n="140"><p>ζητήσας καὶ ὁ προφήτης αὐτός, τί τὸ τοῦ κατορθοῦν αἴτιον, ἀνεῦρεν
ὅτι ἡ θεοῦ μόνου σύνοδος. ἐπειδὴ γὰρ ἠπόρει, τίς εἰμι καὶ τίς ὢν τὸ
ὁρατικὸν γένος ἀπὸ τοῦ βασιλεύειν δοκοῦντος ἀντιθέου τρόπου ῥύσομαι, <lb n="5"/>
 διδάσκεται χρησμῷ, ὅτι „ἔσομαι μετὰ σοῦ“ (Exod. 3,11. 12).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.1st1K-grc1" subtype="section" n="141"><p>ζητήσεις
δ’ αἱ τῶν κατὰ μέρος ἔχουσι μὲν γλαφυρὰν θεωρίαν καὶ φιλόσοφον —
πῶς γὰρ οὔ; —, ἡ δὲ τοῦ τῶν ὄντων ἀρίστου καὶ ἀσυγκρίτου καὶ
πάντων αἰτίου θεοῦ ζήτησις εὐφραίνει μὲν εὐθὺς ἰόντας ἐπὶ τὴν σκέψιν,
ἀτελὴς δ’ οὐ γίνεται, προϋπαντῶντος διὰ τὴν ἵλεω φύσιν ἑαυτοῦ ταῖς <lb n="10"/>
παρθένοις χάρισι καὶ ἐπιδεικνυμένου ἑαυτὸν τοῖς γλιχομένοις ἰδεῖν, οὐχ
οἷός ἐστιν — ἀμήχανον γάρ, ἐπεὶ καὶ Μωυσῆς „ἀπέστρεψε τὸ πρόσωπον·
εὐλαβεῖτο γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ θεοῦ“ (Exod. 3,6) —,
ἀλλ’ ὡς ἐνεχώρει γενητὴν φύσιν τῇ ἀπερινοήτῳ δυνάμει προσβαλεῖν.
</p></div></div></body></text></TEI>