<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="66"><p>εἰ δέ τινες καὶ προσέχουσι, τοσοῦτον χρόνον καθέζονται μόνον ἀκούοντες, ἀπαλλαγέντες δ’ οὐδενὸς τῶν εἰρημένων διαμέμνηνται, καὶ ἧκον τερφθῆναι
δι’ ἀκοῆς μᾶλλον ἢ ὠφεληθῆναι· ὥστε οὐδὲν αὐτῶν ἴσχυσεν ἡ
<lb n="15"/> ψυχὴ συλλαβεῖν καὶ κυοφορῆσαι, ἀλλ’ ἅμα τὸ κινοῦν τὴν ἡδονὴν αἴτιον
  <milestone unit="altpage2" n="p. 529 M."/> ἡσύχασε καὶ ἡ προσοχὴ κατεσβέσθη.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="67"><p>τρίτοι δέ εἰσιν οἷς ἔναυλα μὲν τὰ λεχθέντα ὑπηχεῖ, σοφισταὶ δὲ ἀντὶ φιλοσόφων ἀνευρίσκονται. τούτων ὁ
μὲν λόγος ἐπαινετός, ὁ δὲ βίος ψεκτός ἐστι· δυνατοὶ μὲν γὰρ εἰπεῖν,
ἀδύνατοι δέ εἰσι πράττειν τὰ βέλτιστα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="68"><p>μόλις οὖν ἔστιν εὑρεῖν προσεκτικὸν <lb n="20"/> καὶ μνημονικόν, τὸ πράττειν τοῦ λέγειν προτιμῶντα, ἃ δὴ μαρτυρεῖται
τῷ φιλομαθεῖ διὰ τοῦ "ὑπήκουσε τῆς φωνῆς Σάρρας." οὐ γὰρ
ἀκούων ἀλλ’ ὑπακούων εἰσάγεται· τὸ δέ ἐστι τοῦ συναινεῖν καὶ πειθαρχεῖν
εὐθυβολώτατον ὄνομα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="69"><p>οὐκ ἀπὸ σκοποῦ δὲ πρόσκειται τὸ „τῆς φωνῆς“, ἀλλὰ μὴ τῆς φωνούσης Σάρρας ὑπακοῦσαι. ἴδιον γὰρ τοῦ
<lb n="25"/> μανθάνοντος φωνῆς καὶ λόγων ἀκροᾶσθαι, διδάσκεται γὰρ τούτοις μόνοις·
ὁ δὲ ἀσκήσει τὸ καλὸν ἀλλὰ μὴ διδασκαλίᾳ κτώμενος οὐ τοῖς
<note xml:lang="mul" type="footnote"><lb/>1 δὲ om. N
<lb/>2 ἐπιστήμης ἐντέτηκεν transpos. GFN
<lb/>3 καὶ τὰ GFN: τά τε MAH πληροῦνται A-FN δὲ om. GFN
<lb/>5 ante ὄφελος add. ἐστὶν GF ἑτέρωθι GFN
<lb/>6 πλοίων FN εὐπορίας N 6.
<lb/>7 τιμῆς N
<lb/>7 τῶν] ὧν G, τοὺς F
<lb/>10 κεκωρῶσθαι coni. Mang. καὶ aute τοῖς add. Turn. 
<lb/>11 ἀδριάντων F διαφέροντας Turn.
<lb/>12 εἰ—προσέχουσι om. Ν
<lb/>13 καὶ] ἐπεὶ coni. Mang. ἥκων Α
<lb/>16 τρίτον G δ’ εἰσὶν GF
<lb/>17 ὑπηχεῖ H: ὑφηχεῖ MAG, ἠχεῖ F σοφεῖς δ’ G, σοφοὶ δ’ F ἄν εὑρίσκωνται Α 
<lb/>20 καὶ om. ΗGF μνημονευτικὸν Α τοῦ] τοῦτο GF
<lb/>22 ἀκούων, ἀλλ’ ὑπακούων GF: ὑπακούων, ἀλλ’ ἀλλὰ Α) εἰσακούων MAH, εἰσακούων, ἀλλ’ ὑπακούων coni. Mang. δ’ ἐστὶ GF
<lb/>23 πρόκειται GF τὸ] τῶ Α 
<lb/>24 μὴ] μὴ τῶ Α φωνούσης] φωνῆς G 25.
<lb/>26 μόνοις τούτοις GF 
<lb/>26 δὲ om. GF ἀσκητὴς G ἀλλ’ ὁ μὴ G χρώμενος GF</note>  

<pb n="v.3.p.86"/>
λεγομένοις ἀλλὰ τοῖς λέγουσι προσέχει, μιμούμενος τὸν ἐκείνων βίον ἐν
 ταῖς κατὰ μέρος ἀνεπιλήπτοις πράξεσι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="70"><p>λέγεται γὰρ ἐπὶ τοῦ Ἰακώβ,
ἡνίκα εἰς τὸν συγγενικὸν γάμον πέμπεται· „εἰσήκουσεν Ἰακὼβ τοῦ πατρὸς
καὶ τῆς μητρὸς αὐτοῦ, καὶ ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν“
(Gen. 28,7), οὐ τῆς φωνῆς οὐδὲ τῶν λόγων — τοῦ γὰρ βίου μιμητὴν <lb n="5"/>
ἔδει τὸν ἀσκητήν, οὐκ ἀκροατὴν λόγων εἶναι· τοῦτο μὲν γὰρ ἴδιον τοῦ
διδασκομένου, ἐκεῖνο δὲ τοῦ διαθλοῦντος —, ἵνα κἀνταῦθα διαφορὰν
ἀσκητοῦ καὶ μανθάνοντος καταλάβωμεν, τοῦ μὲν κοσμουμένου κατὰ τὸν
λέγοντα, τοῦ δὲ κατὰ τὸν ἐκείνου λόγον.</p></div></div></body></text></TEI>