κεφαλὴ δὲ ὡς ζῴου πάντων τῶν λεχθέντων μερῶν ὁ γενάρχης ἐστὶν Ἠσαῦ, ὃς τοτὲ μὲν ποίημα, τοτὲ δὲ δρῦς ἑρμηνεύεται, δρῦς μέν, παρόσον ἀκαμπὴς καὶ ἀνένδοτος ἀπειθής τε καὶ σκληραύχην φύσει, συμβούλῳ χρώμενος ἀνοίᾳ, δρύινος ὄντως, ποίημα δέ, παρόσον πλάσμα καὶ μῦθός ἐστιν ὁ μετὰ ἀφροσύνης βίος, τραγῳδίας καὶ κενοῦ κόμπου καὶ πάλιν γέλωτος καὶ κωμικῆς χλεύης ἀνάπλεως, ὑγιὲς ἔχων οὐδέν, κατεψευσμένος, ἐκτετοξευκὼς ἀλήθειαν, τὴν ἄποιον καὶ ἀνείδεον καὶ ἄπλαστον φύσιν ἐν οὐδενὶ λόγῳ τιθέμενος, ἧς ὁ ἀσκητὴς ἐρᾷ. μαρτυρεῖ δὲ Μωυσῆς φάσκων, ὅτι „ἦν Ἰακὼβ ἄπλαστος, οἰκῶν οἰκίαν“ (Gen. 25,27), ὥστε ὁ ἐναντίος τούτῳ ἄοικος ἂν εἴη, πλάσματος καὶ ποιήματος καὶ μυθικῶν λήρων ἑταῖρος, μᾶλλον δὲ σκηνὴ καὶ μῦθος αὐτός. Ἡ μὲν δὴ λογισμοῦ φιλοθεάμονος πρὸς ἀστὰς καὶ παλλακίδας δυνάμεις σύνοδος, ὡς οἷόν τε ἦν, εἴρηται· τὸν δ’ εἱρμὸν τοῦ λόγου συνυφαντέον τἀκόλουθα διερευνῶντας. „ὑπήκουσε“ φησίν „Ἀβραὰμ τῆς φωνῆς Σάρρας“ (Gen. 16,2)· ἀναγκαῖον γὰρ τοῖς παραγγέλμασιν ἀρετῆς 1 ἀλλὰ G ἀίδρυτος GF διασπείρεται coni. Mang. 2 φερόμενος GFL2 μηδαμοῦ n 3 γοῦν GF ἀστὴ G ἡ κακία GFL2 5 δ’ ἐπιλήπτῳ GF 6 γέννησις n χῶρος v 10 ἀμέτρου Η2 τῶν om. GF 10. 11 δεχθέντων GF 11 γεννάρχης H prius ποτὲ G 12 δὲ om. F μὲν GF: μὲν γάρ MAH 12. 13 καὶ—ἀπειθἡς om. G 12 ἀνένδοτος MAH1: ἀμείλικτος FL2 13 ἀπειθής] ἀκαμπής F ἀγνοία GF 14 μετ᾿ F, μάταιος G 15 κενοῦ om. in lacnna Α, καινοῦ F παλιγγέλωτος Η 16 καταψευσάμενος F 18 Μωσῆς GF 19 ὥσθ’ GF post τούτῳ add. ὁ GF, ὁ Ἠσωαῦ conicio ἄνοικος F 23 δυνάμει GF ἦν om. Η 24 τὰ ἀκόλουθα GF ἐπήκουε Α 24. 25 Σάρρας τῆς φωνῆς Η, sed s. s. β΄, α΄ 25—85,16 N fol. 167r: ἀναγκαῖον γὰρ — κατεσβ τὸν μανθάνοντα πειθαρχεῖν. οὐ πάντες δὲ πειθαρχοῦσιν, ἀλλ’ ὅσοις σφοδρὸς ἔρως ἐντέτηκεν ἐπιστήμης· ἐπεὶ καθ’ ἑκάστην σχεδὸν ἡμέραν τά τε ἀκροατήρια καὶ τὰ θέατρα πληροῦται, διεξέρχονται δὲ ἀπνευστὶ συνείροντες τοὺς περὶ ἀρετῆς λόγους οἱ φιλοσοφοῦντες. ἀλλὰ τί τῶν λεγομένων ὄφελος; ἀντὶ γὰρ τοῦ προσέχειν ἑτέρωσε τὸν νοῦν ἀποστείλαντες οἱ μὲν πλοῦ καὶ ἐμπορίας, οἱ δὲ προσόδων καὶ γεωργίας, οἱ δὲ τιμῶν καὶ πολιτείας, οἱ δὲ τῶν ἀφ’ ἑκάστης τέχνης καὶ ἐπιτηδεύσεως κερδῶν, ἄλλοι δὲ τιμωρίας ἐχθρῶν, οἱ δὲ τῶν ἐν ταῖς ἐρωτικαῖς ἐπιθυμίαις ἀπολαύσεων καὶ συνόλως ἑτέρων ἕτεροι διαμέμνηνται, ὡς ἕνεκα τῶν ἐπιδεικνυμένων κεκωφῆσθαι, τοῖς μὲν σώμασι παρεῖναι μόνον, ταῖς δὲ διανοίαις ἀπηλλάχθαι, εἰδώλων καὶ ἀνδριάντων διαφέρειν μηδέν.