<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="6"><p>Σάρα οὖν, ἡ ἄρχουσά μου τῆς ψυχῆς ἀρετή, ἔτικτε μέν, ἐμοὶ δ’ οὐκ ἔτικτε· οὐ γὰρ ἠδυνάμην πω νέος ὢν τὰ γεννήματα αὐτῆς παραδέχεσθαι,
τὸ φρονεῖν, τὸ δικαιοπραγεῖν, τὸ εὐσεβεῖν, διὰ τὸ πλῆθος τῶν νόθων
<lb n="15"/> παίδων, οὓς ἀπεκύησάν μοι αἱ κεναὶ δόξαι. τροφαὶ γὰρ αἱ τούτων καὶ
συνεχεῖς ἐπιμέλειαι καὶ φροντίδες ἄληκτοι τῶν γνησίων καὶ ὡς ἀληθῶς
ἀστῶν ὀλιγωρεῖν ἠνάγκασαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="7"><p>καλὸν οὖν εὔχεσθαι τὴν ἀρετὴν μὴ μόνον τίκτειν, ἣ καὶ δίχα εὐχῆς εὐτοκεῖ, ἀλλὰ καὶ ἡμῖν αὐτοῖς τίκτειν, ἵνα τῶν
σπερμάτων καὶ γεννημάτων αὐτῆς μεταλαγχάνοντες εὐδαιμονῶμεν. εἴωθε
<lb n="20"/> γὰρ θεῷ μόνῳ τίκτειν, τὰς ἀπαρχὰς ὧν ἔτυχεν ἀγαθῶν εὐχαρίστως
ἀποδιδοῦσα τῷ τὴν ἀειπάρθενον μήτραν, ὥς φησι Μωυσῆς, ἀνοίξαντι
(Gen. 29, 31).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="8"><p>καὶ γὰρ τὴν λυχνίαν, τὸ ἀρχέτυπον τοῦ μιμήματος παράδειγμα, ἐκ τοῦ ἑνὸς μέρους φησὶ φαίνειν, δηλονότι τοῦ πρὸς
θεόν· ἑβδόμη γὰρ οὖσα καὶ μέση τῶν ἓξ καλαμίσκων δίχα διῃρημένων
<lb n="25"/> εἰς τριάδας, ἑκατέρωθεν δορυφορούντων, ἄνω τὰς αὐγὰς
ἀποστέλλει πρὸς τὸ ὄν, λαμπρότερον ἡγουμένη τὸ φέγγος ἢ ὡς δύνασθαι
<note xml:lang="mul" type="footnote">2.
<lb/>3 ἀριθμὸν] χρόνον conicio
<lb/>3 ἑκάστοις om. GF
<lb/>4 δὲ] τὲ A 
<lb/>7 ἡ] εἰ ἡ M ἐὰν] ἂν GF
<lb/>8 γὰρ <add>τελείους</add> coni. Mang.
<lb/>9 αὐτῆς om. F τὴν addidi
<lb/>10 οἷς] ἧς ΑL2
<lb/>11 ἀφῆκε Α θήσειν H2, θύειν FL
<lb/>12 Σάρρα codd. ἀρετὴν G ἔτικτεν GF μὲν Om G 12.
<lb/>13 ἐμοὶ δ’ οὐκ ἔτικτεν MA, bis habet G: οὐκ ἔτικτε δ’ ἐμοὶ H, om. F
<lb/>13 ἐδυνάμην G πω om. A, πως F ταύτης F
<lb/>14 εὐτοκεῖν GF ult. τὸ om. F
<lb/>15 παιδίων Η οὕς] ἅς F
<lb/>16 ἄληκτοι Mang.: ἄλεκτοι codd.
<lb/>17 ἀστείων G εὔχεσθαι GFH2: δέχεσθαι MA(H1)
<lb/>18 ἥ] ἢ AGF εὐτοκεῖν GF, ἀτοκεῖ Turn. 
<lb/>19 γενημάτων M μεταλαχόντες GF
<lb/>20 μόνον F
<lb/>21 ἀεὶ παρθένον F Μωσῆς GF
<lb/>22 τὸ om. G
<lb/>23 δῆλον ὅτι G 
<lb/>24 οὔσα om. F καυλίσκων L1 24.
<lb/>25 διειρημένων H
<lb/>25 τριάδας GF (Mang.): τριάδος M, τριάδα ΑΗ
<lb/>26 ὄν Mang.: ἒν MAH, om. GF ἐλλαμπρότερον GF, λαμπρότατον Turu. φέγγος MAU: τέλος GF</note>  

<pb n="v.3.p.74"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="9"><p> θνητὴν αὐτῷ προσβάλλειν ὄψιν (Exod. 25,37.31). <milestone unit="altref" n="3"/> διὰ τοῦτο οὔ
φησι μὴ τίκτειν τὴν Σάραν, ἀλλ’ αὐτῷ τινι μὴ τίκτειν. οὐ γάρ ἐσμεν
ἱκανοὶ δέξασθαί πω γονὰς ἀρετῆς, εἰ μὴ πρότερον ἐντύχοιμεν αὐτῆς τῇ
θεραπαινίδι· θεραπαινὶς δὲ σοφίας ἡ διὰ τῶν προπαιδευμάτων ἐγκύκλιος
 μουσική.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="10"><p>ὥσπερ γὰρ ἐν μὲν οἰκίαις αὔλειοι πρόκεινται κλισιάδων, ἐν <lb n="5"/>
δὲ πόλεσι τὰ προάστεια, δι’ ὧν εἴσω βαδίζειν ἔνεστιν, οὕτως καὶ
ἀρετῆς πρόκειται τὰ ἐγκύκλια· ταῦτα γὰρ ὁδός ἐστιν ἐπ’ ἐκείνην
φέρουσα.</p></div></div></body></text></TEI>