τούτου τοῦ πάθους πατὴρ Ἐλιφὰς ἀναγράφεται δεόντως· ἑρμηνεύεται γάρ· θεός με διέσπειρεν. ἀλλ’ οὐχ ὅταν ἀνασκεδάσῃ ἢ διασπείρῃ καὶ σκορακίσῃ τὴν ψυχὴν ἀφ’ ἑαυτοῦ ὁ θεός, τὸ ἄλογον εὐθὺς γεννᾶται πάθος; τὴν μὲν γὰρ ὁρατικὴν αὐτοῦ φιλόθεον ὄντως διάνοιαν, κληματίδα εὐγενῆ, καταφυτεύει ῥίζας ἀποτείνων πρὸς ἀιδιότητα καὶ εὐφορίαν καρπῶν διδοὺς πρὸς κτῆσιν καὶ ἀπόλαυσιν ἀρετῶν. διὸ καὶ Μωυσῆς εὔχεται φάσκων· „εἰσαγαγὼν καταφύτευσον αὐτούς“ (Exod. 15, 17), ἵνα μὴ ἐφήμερα ἀλλ’ ἀθάνατα καὶ μακραίωνα γένηται τὰ θεῖα βλαστήματα. τὴν δὲ ἄδικον καὶ ἄθεον ψυχὴν φυγαδεύων ἀφ’ ἑαυτοῦ πορρωτάτω διέσπειρεν εἰς τὸν ἡδονῶν καὶ ἐπιθυμιῶν καὶ ἀδικημάτων χῶρον. ὁ δὲ χῶρος οὗτος προσφυέστατα ἀσεβῶν καλεῖται, οὐχ ὁ μυθευόμενος ἐν Ἅιδου· καὶ γὰρ ὁ πρὸς ἀλήθειαν Ἅιδης ὁ τοῦ μοχθηροῦ βίος ἐστίν, ὁ ἀλάστωρ καὶ παλαμναῖος καὶ πάσαις ἀραῖς ἔνοχος. ἔστι δὲ καὶ ἑτέρωθι τὸ γράμμα τοῦτο ἐστηλιτευμένον· „ἡνίκα διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ“ (Deut. 32,8), τοὺς γηΐνους ἅπαντας τρόπους οὐράνιον οὐδὲν ἀγαθὸν ἐσπουδακότας ἰδεῖν ἤλασεν, ἀοίκους καὶ ἀπόλιδας καὶ σποράδας ὄντως ἐργασάμενος. οὐδενὶ γὰρ τῶν φαύλων οὐκ οἶκος, οὐ πόλις, οὐκ 1 εἰσοικήσαντα MA, εἰσοικίσαντι Η ἢ seclusi, ἤτοι H2 prius καὶ] ἡ GF προίενται GF καὶ om. GF post γοῦν add. Μωσῆς GF 3 ἐλλειφὰς H ἐλειφὰς Η 4 τοῦ om. G ὄψει] θεάση GF δ’ GF 5 ἀνθρώπου L1v 6. 7 ἄμετρον καὶ ἄλογον F 8 ἐκλείχων] ἀναλίσκων GFL2 καὶ ante καθάπερ add. GF γάρ om. G 9 ἀναζέσαν GF 10 ποσὶν G ἐπιλαχμᾶται G, ἐπιλικμᾶται Α φθείρει GF, διασπείρει coni. Mang. 11 ὁ θεός GF με] μου G 12 σκορπίσῃ coni. Mang. 13 6 vid. del. γὰρ om. GF 14 post αὐτοῦ add. καὶ Η2 κλήματι GFL2 εὐγενεῖ GF 16 Μωσῆς GF 18 μακραίωνα] πίονα GFL2 21 alt. ὁ om. GF 23 ἀρεταῖς AF γράμμα] δόγμα coni. Mang., πρᾶγμα conicio 24 ὡς om. GF 25 γηίους G 26 εἰδέναι GF ἄλλο τῶν εἰς κοινωνίαν οὐδὲν διασῴζεται, ἀλλ’ ἀνίδρυτος ὢν σπείρεται, πάντῃ φορούμενος καὶ μετανιστάμενος ἀεὶ καὶ μηδαμόθι στηριχθῆναι δυνάμενος. γίνεται οὖν τῷ φαύλῳ ἐξ ἀστῆς μὲν κακία, τὸ δὲ πάθος ἐκ παλλακῆς. λογισμοῦ γὰρ ἡ μὲν ὅλη ψυχὴ καθάπερ ἀστὴ σύμβιος — ψυχὴ δὲ ἐπίληπτος τίκτει κακίας —, ἡ δὲ τοῦ σώματος φύσις παλλακή, δι’ ἧς ἡ γένεσις τοῦ πάθους θεωρεῖται· ἡδονῶν γὰρ καὶ ἐπιθυμιῶν χώρα τὸ σῶμα. καλεῖται δὲ Θαμνά, ἧς μεταληφθέν ἐστι τοὔνομα ἔκλειψις σαλευομένη· ἐκλείπει γὰρ καὶ ἀδυνατεῖ ἡ ψυχὴ τῷ πάθει, σάλον καὶ κλύδωνα πολὺν ἀπὸ σώματος ἐνδεξαμένη διὰ τὸν καταρραγέντα βαρὺν χειμῶνα ἐξ ἀμετρίας ὁρμῆς.