γυνὴ μὲν οὖν ἥδε ἀστή, παλλακὴ δὲ ἡ ἕν τι τῶν ὄντων ὁρῶσα, κἂν εἰ πάντων εὐτελέστατον ὑπάρχοι. τῷ μὲν οὖν ἀρίστῳ γένει τὸ ἄριστον ὁρᾶν, τὸ ὄντως ὄν, συμβέβηκεν — Ἰσραὴλ γὰρ ὁρῶν θεὸν ἑρμηνεύεται —, τῷ δὲ δευτερείων ἐφιεμένῳ τὸ δεύτερον, τὸν αἰσθητὸν οὐρανὸν καὶ τὴν ἐν αὐτῷ τῶν ἀστέρων ἐναρμόνιον τάξιν καὶ πάμμουσον ὡς ἀληθῶς χορείαν. τρίτοι δέ εἰσιν οἱ σκεπτικοί, τῶν μὲν ἐν τῇ φύσει κρατίστων, αἰσθητῶν τε καὶ νοητῶν, οὐκ ἐφαπτόμενοι, περὶ μικρὰ μέντοι σοφίσματα τριβόμενοι καὶ γλισχρολογούμενοι. τούτοις ἡ ὁρῶσά τι κἂν τὸ σμικρότατον παλλακὶς Ῥουμὰ συνοικεῖ μὴ δυναμένοις πρὸς τὴν τῶν ἀμεινόνων ἐλθεῖν ἔρευναν, ἐξ ὧν τὸν ἑαυτῶν βίον ὀνήσουσιν. ὥσπερ γὰρ ἐν ἰατροῖς ἡ λεγομένη λογιατρεία πολὺ τῆς τῶν καμνόντων ὠφελείας ἀποστατεῖ — φαρμάκοις γὰρ καὶ χειρουργίαις καὶ διαίταις, ἀλλ’ οὐ λόγοις, αἱ νόσοι θεραπεύονται —, οὕτω καὶ ἐν φιλοσοφίᾳ λογοπῶλαι καὶ λογοθῆραί τινες αὐτὸ μόνον εἰσί, τὸν ἀρρωστημάτων γέμοντα βίον θεραπεύειν οὔτε ἐθέλοντες οὔτε ἐπιτηδεύοντες, ἐκ πρώτης δὲ ἡλικίας ἄχρι γήρως ἐσχάτου γνωσιμαχοῦντές τε καὶ συλλαβομαχοῦντες οὐκ ἐρυθριῶσιν, ὥσπερ τῆς εὐδαιμονίας ἐπ’ ὀνομάτων καὶ ῥημάτων [καὶ] ἀπεράντῳ καὶ ἀνηνύτῳ περιεργίᾳ κειμένης, ἀλλ’ οὐκ ἐν τῷ τὸ ἦθος, τὴν τοῦ ἀνθρωπείου βίου πηγήν, ἄμεινον καταστήσασθαι, τὰς μὲν κακίας ὑπερορίους φυγαδεύσαντα 1 ἢ om. Α ἀφηγουμένων Α ἢν add. Cohn τύχην H2 αὐτῶ MA ἐκείνην Α ἅτε] ἅτε δὴ G, sed δ in ras. 3 οὕτως G: οὕτω ceteri 4 αὐτὴν A, αὐτοῦ coni. Mang. 7 ὑπάρχη G τὸ κράτιστον GF 8 γὰρ om. A 11 δ’ GF τῶν μέν scripsi: μὲν τῶν MAH1GF, τῶν Η2 12 οὐκ ἐφαπτόμενοι] σκεπτόμενοι GF σοφισμάτια AF 13 κὰν Mang.: καὶ codd. 13. 14 παλλακὴ GF 14 δυνάμενοι M τῶν om. GF 15 ἰατροῖς MHG: ἰατρικῆ AFN 16 λογιατρεία GF: λογοϊατρεία MAHN 19 τὸν] τῶν G οὔτ᾿ GFN 20 οὔτ’ F 21 συλλαβομαχοῦντες GN: συμβαλομαχοῦντες MAH, συμβολομαχοῦντες F, συμμαχοῦντες Turn. 22 alterum καὶ seclusi, τῇ coni. Mang. ἀπεράντων Α 22. 23 περιεργεία GH 23 τοῦ s. s. H2 ἀνθρώπου FL2N βίου add. Mang. 24 πηγὴν] ψυχήν G2 ὑπερορίας FL2 15—24 ὥσπερ γὰρ — καταστήσασθαι N fol. 167r 23 Stob. Ecl. H 15 W. οἱ δὲ κατὰ Ζήνωνα τὸν Στωικὸν τροπικῶς· ἦθός ἐστι πηγὴ βίου . . . αὐτοῦ, τὰς δὲ ἀρετὰς εἰσοικίσαντα. παλλακὰς μέντοι [ἢ] δόξας καὶ δόγματα προσίενται καὶ οἱ φαῦλοι. φησὶ γοῦν ὅτι Θαμνά, ἡ παλλακὴ Ἐλιφὰς τοῦ υἱοῦ Ἠσαῦ, ἔτεκε τῷ Ἐλιφὰς τὸν Ἀμαλήκ (Gen. 36, 12). ὢ τῆς τοῦ ἀπογόνου λαμπρᾶς δυσγενείας· ὄψει δὲ αὐτοῦ τὴν δυσγένειαν, ἐὰν ἀποστὰς τοῦ περὶ ἀνθρώπων ταῦτα εἰρῆσθαι νομίζειν τὴν ψυχὴν ὥσπερ ἐξ ἀνατομῆς ἐπισκέπτῃ. τὴν μὲν τοίνυν ἄλογον καὶ ἄμετρον ὁρμὴν τοῦ πάθους Ἀμαλὴκ προσαγορεύει· μεταληφθεὶς γάρ ἐστι λαὸς ἐκλείχων· καθάπερ γὰρ ἡ τοῦ πυρὸς δύναμις τὴν παραβληθεῖσαν ὕλην ἀναλίσκει, τὸν αὐτὸν τρόπον καὶ τὸ πάθος ἀναζέον τὰ ἐν ποσὶ πάντα ἐπιλιχμᾶται καὶ διαφθείρει.