ὄντως γὰρ ἡ μὲν τοῦ μεμνημένου ψυχὴ καρποφορεῖ ἃ ἔμαθεν οὐδὲν ἀποβάλλουσα αὐτῶν, ἡ δὲ τοῦ ἀναμνήσει χρωμένου ἔξω λήθης γίνεται, ᾗ πρὶν ὑπομνησθῆναι κατέσχητο. μνημονικῷ μὲν οὖν ἀνδρὶ ἀστὴ συμβιοῖ γυνή, μνήμη, ἐπιλανθανομένῳ δὲ παλλακίς, ἀνάμνησις, Σύρα τὸ γένος, ἀλαζὼν καὶ ὑπέραυχος· Συρία γὰρ ἑρμηνεύεται μετέωρα. τῆς δὲ παλλακίδος ταύτης, ἀναμνήσεως, υἱός ἐστι Μαχείρ, ὡς Ἑβραῖοι καλοῦσιν, ὡς δὲ Ἕλληνες, πατρός· νομίζουσι γὰρ οἱ ἀναμιμνῃσκόμενοι τὸν πατέρα νοῦν αἴτιον εἶναι τοῦ ὑπομνησθῆναι, καὶ οὐ λογίζονται, ὅτι ὁ αὐτὸς οὗτος ἐχώρησέ ποτε καὶ λήθην, οὐκ ἂν δεξάμενος αὐτήν, εἰ παρ’ αὐτὸν ἦν τὸ μεμνῆσθαι. λέγεται γάρ· „ἐγένοντο υἱοὶ Μανασσῆ, οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα, τὸν Μαχείρ· Μαχεὶρ δὲ ἐγέννησε τὸν Γαλαάδ“ (Gen. 46,20). καὶ Ναχὼρ μέντοι, ὁ ἀδελφὸς Ἀβραάμ, ἔχει δύο γυναῖκας, ἀστήν τε καὶ παλλακήν· ὄνομα δὲ τῆς μὲν ἀστῆς Μελχά, Ῥουμὰ δὲ τῆς παλλακίδος (Gen. 22,23.24). ἀλλ’ οὐχ ἱστορικὴ γενεαλογία ταῦτ’ ἐστὶν ἀναγραφεῖσα παρὰ τῷ σοφῷ νομοθέτῃ — μηδεὶς τοῦτ’ εὖ φρονῶν ὑπονοήσειεν —, ἀλλὰ πραγμάτων ψυχὴν ὠφελῆσαι 1 post γάρ add. τῶν GF τὰ om. GF 2 πρεσβυτέραις] παρθένοις coni. Mang. βλέπεται G 3 δι’ αἰωνίζωσιν H2: δι’ αἰῶνος ζῶσιν MA (H1), συνδιαιωνίζωσιν GF 4 ὑπομονὴν conicio ἐγγυῆσαι MAH: ἐγγύησιν G, ἐγγύησεν F 5 post μὴν add. τῆ τῆς?) G, καὶ F G γὰρ om. HL1 8 ἀναμνήσει coni. Mang. ὢν Α 9 ὁ ἱερὸς ὀνομάζει GF: ὀνομάζει 6 ἱερὸς MAH 10 δ’ GF Μανασσῆ GF 11 οὕτως Η καρποφορίαν ἔμαθεν GF 13 ἡ Α ἀναμνησθῆναι coni. Mang. κατέχεται Α, κατέσχη G 14 γυναικί G ἐπιλαθομένω F θ in ras. F2), ἐπιλαβομένῳ L2 παλλακίς MA(H1): πολλάκις GF, παλλακή H2 15 ἀλαζὸν GF ὑπέραυχον F μετέωρα scripsi: μετεωρία codd. 16 ἐστιν υἱὸς H 17 #x003E; πατρός Cohn (cf. Onomastica ed. Lag. 195,68) 18 οὐ om. H1 6 om. GF 19 ἀναδεξάμενος L2 εἰ] ἡ εἰ Α, ἀεὶ L 20 αὐτῶ Α μνησθῆναι ’ 21 παλλακὶς F alt. ἡ om. H 22 Ναὼρ GF καίτοι Turn. 24 σαρουμὰ G2 25 ταῦτα GF δυναμένων διὰ συμβόλων ἀνάπτυξις. τὰ δ’ ὀνόματα μεταβαλόντες εἰς τὴν ἡμετέραν διάλεκτον εἰσόμεθα τὴν ὑπόσχεσιν ἀληθῆ. Φέρ’ οὖν ἕκαστον αὐτῶν ἐρευνήσωμεν. Ναχὼρ ἑρμηνεύεται φωτὸς ἀνάπαυσις, Μελχὰ δὲ βασίλισσα, Ῥουμὰ δὲ ὁρῶσά τι. τὸ μὲν οὖν φῶς ἔχειν κατὰ διάνοιαν ἀγαθόν, τὸ δὲ ἀναπαυόμενον καὶ ἠρεμοῦν καὶ ἀκίνητον οὐ τέλειον ἀγαθόν· ἡσυχίᾳ μὲν γὰρ τὰ κακὰ χρῆσθαι λυσιτελές, τὰ δὲ ἀγαθὰ κινήσει συμφέρον.