<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="36"><p>τὸ δὲ αὐτομαθὲς γένος, οὗ κεκοινώνηκεν Ἰσαάκ, ἡ εὐπαθειῶν ἀρίστη χαρά, φύσεως ἁπλῆς καὶ ἀμιγοῦς καὶ ἀκράτου μεμοίραται,
μήτε ἀσκήσεως μήτε διδασκαλίας δεόμενον, ἐν οἷς παλλακίδων ἐπιστημῶν,
<lb n="15"/> οὐκ ἀστῶν μόνον, ἐστὶ χρεία. θεοῦ γὰρ τὸ αὐτομαθὲς καὶ αὐτοδίδακτον ἄνωθεν ἀπ’ οὐρανοῦ καλὸν ὀμβρήσαντος ἀμήχανον ἦν ἔτι
δούλαις καὶ παλλακαῖς συμβιῶναι τέχναις, νόθων δογμάτων οἷα παίδων
ὀρεχθέντα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="37"><p>δεσποίνης γὰρ καὶ βασιλίδος ἀρετῆς ὁ τούτου λαχὼν τοῦ γέρως ἀνὴρ ἀναγράφεται· καλεῖται δὲ παρὰ μὲν Ἕλλησιν ὑπομονή, παρὰ
<lb n="20"/> δὲ Ἑβραίοις Ῥεβέκκα. ζητεῖ γὰρ ὁ ἄπονον καὶ ἀταλαίπωρον εὑράμενος
σοφίαν δι’ εὐμοιρίαν φύσεως καὶ εὐτοκίαν ψυχῆς οὐδὲν τῶν εἰς
<note xml:lang="mul" type="footnote"><lb/>1 αὐτὸ V
<lb/>2 περὶ om. Α
<lb/>4 αἱ om. AH1
<lb/>5 πλείω GF δὲ MA 5.
<lb/>6 δὲ οἰκουρίδιος Α
<lb/>6 μέχρι GF καὶ om. GF διδακτὴ coni. Potter ad. Clem.
<lb/>8 προπαιδεύματα F: προπαιδευμάτων MAH, προπαιδευμένων G θεωρημάτων ’F: θεωρήματα ceteri
<lb/>9 τελουμένη Η
<lb/>11 πρὸ ἁπάντων τῶν GF, πρὸ ἁπάντων H1 prius τοτὲ] ποτέ GF
<lb/>12 δ’ GF οὐ Α, post οὗ ras. in H κεκοινώνηκεν MA: ἐκοινώνησεν HGF ἡ om. Α 14.
<lb/>15 οὐ παλλακίδων ἐπιστημῶν, ἀστῶν δέ G2
<lb/>15 μόνων Η
<lb/>16 καλὸν H2: τὸ καλὸν ceteri, τέλειον ἀγαθὸν conicio
<lb/>17 παλλακίσι GF
<lb/>18 ὀρεχθέντων Α 
<lb/>19 γέρους Α ἐπιμονή GF
<lb/>20 τοῖς ante Ἑβραίοις add. H ταλαίπωρον H1
<lb/>21 εὐτοκίαν] εὐγονίαν GF #x003E; τῶν conicio</note> <note xml:lang="mul" type="footnote"><lb/>5 sqq. Clem. Alex. l. c. §
<lb/>31 p. 334 P. : διδακτικὴν εἶναι τὴν σοφίαν, ἣν μετῆλθεν Ἀβραὰμ .... Ἰσαὰκ δὲ τό αὐτομαθὲς ἐνδείκνυται . . . . οὗτος μιᾶς γυναικὸς ἀνὴρ τῆς Ῥεβέκκας, ἣν ὑπομονὴν μεταφράζουσιν. πλείοσι δὲ συνέρχεσθαι ὁ Ἰακὼβ λέγεται ὡς ἄν ἀσκητὴς ἑρμηνευόμενος, διὰ πλειόνων δὲ καὶ διαφερόντων αἱ ἀσκήσεις δογμάτων . . . . . εἴη δ’ ἄν τι καὶ ἄλλο δηλούμενον διὰ τῶν τριῶν προπατόρων, κυρίαν εἰνὶ τὴν σφραγῖδα τῆς γνώσεως ἐκ φύσεως καὶ μαθήσεως καὶ ἀσκήσεως συνεστῶσαν.</note>  

<pb n="v.3.p.80"/>
 βελτίωσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="38"><p>ἔχει γὰρ ἐν ἑτοίμῳ τέλεια τὰ τοῦ θεοῦ δῶρα χάρισι ταῖς
πρεσβυτέραις ἐπιπνευσθέντα, βούλεται δὲ καὶ εὔχεται ταῦτα ἐπιμεῖναι.
παρό μοι δοκεῖ καὶ ὁ εὐεργέτης, ἵνα διαιωνίζωσιν αἱ χάριτες αὐτοῦ τῷ
λαβόντι, γυναῖκα τὴν ἐπιμονὴν ἐγγυῆσαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="39"><p><milestone unit="altref" n="8"/> Ἀνάμνησίς γε μὴν μνήμης τὰ δευτερεῖα φέρεται καὶ ὁ ἀναμιμνῃσκόμενος <lb n="5"/>
τοῦ μεμνημένου· ὁ μὲν <milestone unit="altpage1" n="p. 525 Μ."/>  γὰρ ἔοικε τῷ συνεχῶς ὑγιαίνοντι,
 ὁ δὲ τῷ ἐκ νόσου ἀναλαμβάνοντι· λήθη γὰρ νόσος μνήμης.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="40"><p>ἀνάγκη δὲ
τὸν ὑπομνήσει χρώμενον ἐκλαθέσθαι πρότερον ὧν ἐμέμνητο. τὴν μὲν
οὖν μνήμην Ἐφραΐμ, ἑρμηνευόμενον καρποφορίαν, ὁ ἱερὸς ὀνομάζει λόγος,
τὴν δὲ ἀνάμνησιν ἐκ λήθης Μανασσῆν προσαγορεύουσιν Ἑβραῖοι. <lb n="10"/>
</p></div></div></body></text></TEI>