τὸ δὲ αὐτομαθὲς γένος, οὗ κεκοινώνηκεν Ἰσαάκ, ἡ εὐπαθειῶν ἀρίστη χαρά, φύσεως ἁπλῆς καὶ ἀμιγοῦς καὶ ἀκράτου μεμοίραται, μήτε ἀσκήσεως μήτε διδασκαλίας δεόμενον, ἐν οἷς παλλακίδων ἐπιστημῶν, οὐκ ἀστῶν μόνον, ἐστὶ χρεία. θεοῦ γὰρ τὸ αὐτομαθὲς καὶ αὐτοδίδακτον ἄνωθεν ἀπ’ οὐρανοῦ καλὸν ὀμβρήσαντος ἀμήχανον ἦν ἔτι δούλαις καὶ παλλακαῖς συμβιῶναι τέχναις, νόθων δογμάτων οἷα παίδων ὀρεχθέντα. δεσποίνης γὰρ καὶ βασιλίδος ἀρετῆς ὁ τούτου λαχὼν τοῦ γέρως ἀνὴρ ἀναγράφεται· καλεῖται δὲ παρὰ μὲν Ἕλλησιν ὑπομονή, παρὰ δὲ Ἑβραίοις Ῥεβέκκα. ζητεῖ γὰρ ὁ ἄπονον καὶ ἀταλαίπωρον εὑράμενος σοφίαν δι’ εὐμοιρίαν φύσεως καὶ εὐτοκίαν ψυχῆς οὐδὲν τῶν εἰς 1 αὐτὸ V 2 περὶ om. Α 4 αἱ om. AH1 5 πλείω GF δὲ MA 5. 6 δὲ οἰκουρίδιος Α 6 μέχρι GF καὶ om. GF διδακτὴ coni. Potter ad. Clem. 8 προπαιδεύματα F: προπαιδευμάτων MAH, προπαιδευμένων G θεωρημάτων ’F: θεωρήματα ceteri 9 τελουμένη Η 11 πρὸ ἁπάντων τῶν GF, πρὸ ἁπάντων H1 prius τοτὲ] ποτέ GF 12 δ’ GF οὐ Α, post οὗ ras. in H κεκοινώνηκεν MA: ἐκοινώνησεν HGF ἡ om. Α 14. 15 οὐ παλλακίδων ἐπιστημῶν, ἀστῶν δέ G2 15 μόνων Η 16 καλὸν H2: τὸ καλὸν ceteri, τέλειον ἀγαθὸν conicio 17 παλλακίσι GF 18 ὀρεχθέντων Α 19 γέρους Α ἐπιμονή GF 20 τοῖς ante Ἑβραίοις add. H ταλαίπωρον H1 21 εὐτοκίαν] εὐγονίαν GF #x003E; τῶν conicio 5 sqq. Clem. Alex. l. c. § 31 p. 334 P. : διδακτικὴν εἶναι τὴν σοφίαν, ἣν μετῆλθεν Ἀβραὰμ .... Ἰσαὰκ δὲ τό αὐτομαθὲς ἐνδείκνυται . . . . οὗτος μιᾶς γυναικὸς ἀνὴρ τῆς Ῥεβέκκας, ἣν ὑπομονὴν μεταφράζουσιν. πλείοσι δὲ συνέρχεσθαι ὁ Ἰακὼβ λέγεται ὡς ἄν ἀσκητὴς ἑρμηνευόμενος, διὰ πλειόνων δὲ καὶ διαφερόντων αἱ ἀσκήσεις δογμάτων . . . . . εἴη δ’ ἄν τι καὶ ἄλλο δηλούμενον διὰ τῶν τριῶν προπατόρων, κυρίαν εἰνὶ τὴν σφραγῖδα τῆς γνώσεως ἐκ φύσεως καὶ μαθήσεως καὶ ἀσκήσεως συνεστῶσαν. βελτίωσιν. ἔχει γὰρ ἐν ἑτοίμῳ τέλεια τὰ τοῦ θεοῦ δῶρα χάρισι ταῖς πρεσβυτέραις ἐπιπνευσθέντα, βούλεται δὲ καὶ εὔχεται ταῦτα ἐπιμεῖναι. παρό μοι δοκεῖ καὶ ὁ εὐεργέτης, ἵνα διαιωνίζωσιν αἱ χάριτες αὐτοῦ τῷ λαβόντι, γυναῖκα τὴν ἐπιμονὴν ἐγγυῆσαι. Ἀνάμνησίς γε μὴν μνήμης τὰ δευτερεῖα φέρεται καὶ ὁ ἀναμιμνῃσκόμενος τοῦ μεμνημένου· ὁ μὲν γὰρ ἔοικε τῷ συνεχῶς ὑγιαίνοντι, ὁ δὲ τῷ ἐκ νόσου ἀναλαμβάνοντι· λήθη γὰρ νόσος μνήμης. ἀνάγκη δὲ τὸν ὑπομνήσει χρώμενον ἐκλαθέσθαι πρότερον ὧν ἐμέμνητο. τὴν μὲν οὖν μνήμην Ἐφραΐμ, ἑρμηνευόμενον καρποφορίαν, ὁ ἱερὸς ὀνομάζει λόγος, τὴν δὲ ἀνάμνησιν ἐκ λήθης Μανασσῆν προσαγορεύουσιν Ἑβραῖοι.