<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="31"><p>πάσαις οὖν ταῖς εἰρημέναις δυνάμεσιν ὁ ἀσκητὴς ἐνομιλεῖ, ταῖς μὲν ὡς ἐλευθέραις καὶ ἀσταῖς, ταῖς δὲ
ὡς δούλαις καὶ παλλακίσιν. ἐφίεται μὲν γὰρ τῆς Λείας κινήσεως — <lb n="15"/>
λεία δὲ κίνησις ἐν μὲν σώματι γινομένη ὑγείαν, ἐν δὲ ψυχῇ καλοκἀγαθίαν καὶ δικαιοσύνην ἂν ἐργάσαιτο —, Ῥαχὴλ δὲ ἀγαπᾷ πρὸς τὰ πάθη
παλαίων καὶ πρὸς ἐγκράτειαν ἀλειφόμενος καὶ τοῖς αἰσθητοῖς πᾶσιν ἀντιταττόμενος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="32"><p>διττοὶ μὲν γὰρ ὠφελείας τρόποι, ἢ κατὰ ἀπόλαυσιν ἀγαθῶν ὡς ἐν εἰρήνῃ ἢ κατὰ ἀντίταξιν καὶ ὑφαίρεσιν κακῶν ὡς ἐν <milestone unit="altpage1" n="p. 524 M."/>  πολέμῳ. Λεία μὲν οὖν ἐστι, καθ’ ἣν συμβαίνει τὰ πρεσβύτερα καὶ ἡγεμονεύοντα <lb n="21"/>
 ἀγαθὰ καρποῦσθαι, Ῥαχὴλ δέ, καθ’ ἣν τὰ ὡς ἂν ἐκ πολέμου
 λάφυρα. τοιαύτη μὲν ἡ πρὸς τὰς ἀστὰς συμβίωσις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="33"><p>χρῄζει δὲ ὁ
ἀσκητὴς Βάλλας μέν, καταπόσεως, ἀλλὰ ὡς δούλης καὶ παλλακίδος —
ἄνευ γὰρ τροφῆς καὶ ζωῆς οὐδ’ ἂν τὸ εὖ ζῆν περιγένοιτο, ἐπειδὴ τὰ <lb n="25"/>
μέσα τῶν ἀμεινόνων ἀεὶ θεμέλιοι —, χρῄζει δὲ καὶ Ζέλφας, διεξοδικῆς
<note xml:lang="mul" type="footnote"><lb/>1 δεδασμέναις et δεδασμένω Α prius δεδεκασμένος Η1 ut vid. μὲν ἀκοαῖς bis habet F καὶ s. s. H2
<lb/>2 ἄλλω τῶν ΜΑΗ: τῶν ἄλλων GF αἰσθητηρίων Τurn. αἰσθητηρίων ὄχλω ἡ GF δ’ GF
<lb/>3 ἐκτρεπέσθαι Η, ἐκτραπέσθαι v λεῖος Α
<lb/>4 πταίσματος GF
<lb/>6 εὐστόχων G1F εὐστόχως G2
<lb/>7 πιθανότητι om. GF τῆς] ταῖς G post δὲ add. αἱ G, δ’ ἑτέρας conicio 7.
<lb/>8 βρῶσίς τε καὶ πόσις Η
<lb/>8 δ’ GF δυοῖν H
<lb/>10 τῆς] τὸ F
<lb/>12 ἐν ὁρμῆ Α, ἐνορμῆ G
<lb/>13 κρηπίδας Α
<lb/>15 τῆς om. GF λήας G 
<lb/>16 λήα G, Λεία v μὲν] μέσω G  γινομένη Μ: γινομένην Α, γενομένη HGF 
<lb/>17 ἂν ἐργάσαιτo MAH (sed ἐρ e corr. H2): ἀπειργάσατο GF ῾Ραχιὴλ G 
<lb/>18 alt. καὶ om. H 18.
<lb/>19 ἀντιτασσόμενος F
<lb/>19 μὲν om. GF
<lb/>20 prius ὡς om. H prius ἐν om. GF
<lb/>21 λήα G 21.
<lb/>22 εἰρηνεύοντα coni. Mang. 
<lb/>22 ῾Ραχιὴλ G τὰς G
<lb/>24 ἀλλ’ GF
<lb/>25 γὰρ] γὰρ καὶ GF ζωῆς] πόσεως coni. Mang.
<lb/>26 δελφᾶς G</note>  

<pb n="v.3.p.79"/>
ἑρμηνείας, ἵνα τὸ λογικὸν αὐτῷ διχόθεν συνερανίζηται πρὸς τελείωσιν, ἔκ
τε τῆς κατὰ διάνοιαν πηγῆς καὶ ἐκ τῆς περὶ τὸ φωνητήριον ὄργανον
ἀπορροῆς. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="34"><p><milestone unit="altref" n="7"/> ἀλλ’ οὗτοι μὲν καὶ πλειόνων γυναικῶν καὶ παλλακίδων, οὐκ ἀστῶν μόνον, ἄνδρες ἐγένοντο, ὡς αἱ ἱεραὶ μηνύουσι γραφαί· τῷ
<lb n="5"/> δὲ Ἰσαὰκ οὔτε πλείους γυναῖκες οὔτε συνόλως παλλακή, μόνη δ’ ἡ κουρίδιος
ἄχρι παντὸς συνοικεῖ. διὰ τί;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="35"><p>ὅτι καὶ ἡ διδακτικὴ ἀρετή, ἣν Ἀβραὰμ μέτεισι, πλειόνων δεῖται, γνησίων μὲν τῶν κατὰ φρόνησιν, νόθων δὲ τῶν κατὰ τὰ ἐγκύκλια προπαιδεύματα θεωρημάτων, καὶ ἡ δι’
ἀσκήσεως τελειουμένη, περὶ ἣν Ἰακὼβ ἐσπουδακέναι φαίνεται· διὰ πλειόνων
<lb n="10"/> γὰρ καὶ διαφερόντων αἱ ἀσκήσεις δογμάτων, ἡγουμένων ἑπομένων,
προαπαντώντων ὑστεριζόντων, πόνους τοτὲ μὲν ἐλάττους τοτὲ δὲ μείζους ἐχόντων.</p></div></div></body></text></TEI>