τῆς γὰρ ψυχῆς ἡμῶν διμεροῦς ὑπαρχούσης καὶ τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον ἐχούσης, ἀρετὴν ἑκατέρῳ ὑπάρχειν συμβέβηκε, Λείαν μὲν τῷ λογικῷ, τῷ δὲ ἀλόγῳ Ῥαχήλ. γυμνάζει γὰρ ἡμᾶς ἡ μὲν διὰ τῶν αἰσθήσεων καὶ τῶν τοῦ ἀλόγου μερῶν πάντων καταφρονητικῶς ἔχειν ὧν ἀλογεῖν ἄξιον, δόξης καὶ πλούτου καὶ ἡδονῆς, ἃ περίβλεπτα καὶ περιμάχητα ὁ πολὺς καὶ ἀγελαῖος 1 ᾗ] οἱ A, εἰ G 2 ᾗ] οἱ Α, εἰ G γεγένηνται MGH1 3 θεραπαινίδα GF: θεραπαινίδας MAH 4 ὡς F 5 ὄνομα γένοιτο in ras., post ὄνομα ras. 3 litt. H2 ὄνομα post ἄν transpos. Α γένοιτ᾿ ἄν MA: γένοιτο HF, ἐγένοντο G 6 ἡ δέ παλλακὴ GF 7 διδασκάλων H 8 ἡ om. ΑΗ (habet L) ἡ κτῆσις Η2L2 10 αὐτάς Α 11 ἄξεται FL2: ἕξεται ceteri 14 ὠνόμασαν H δ’ GF ἢν] ἧς coni. Mang. 15 φιλομναστὴς F ὀξῦναι G 17 τὰ αἰσθητὰ Α 17. 18 νοητῶν in ras. H2 18 γὰρ om. G διαμεροῦς A(F1) 19 δ’ HGF ἑκατέρω MA(H1): ἑκατέρου H2, ἑκάτερον GF (probat Cohn) 20 ὑπάρχειν MAH: ἔχειν GF (probat Cohn) τῴ λογικῶ, τῷ δ’ ἀλόγῳ scripsi: τὸ λογικόν, τὸ δ’ ἄλογον codd. (probat Cohn), τοῦ λογικοῦ τοῦ δὲ ἀλόγου V Ραχιήλ G 21 ἀσκήσεων coni. Mang. 21. 22 καὶ—μερῶν om. G 21 ἀλόγου Α: λόγου MHF 23 ἀπερίβλητα G ἀπεριμάχητα G 23.78,1 ὁ πλεῖστος ἀνθρώπων GF 13. 14. 78,15—17 cf. Epicurea p. 279. 280. ἀνθρώπων ὄχλος κρίνει δεδεκασμέναις μὲν ἀκοαῖς, δεδεκασμένῳ δὲ καὶ τῷ ἄλλῳ τῶν αἰσθήσεων δικαστηρίῳ· ἡ δὲ ἀναδιδάσκει τὴν ἀνώμαλον καὶ τραχεῖαν ὁδὸν ἄβατον φιλαρέτοις ψυχαῖς ἐκτρέπεσθαι, λείως δὲ διὰ τῆς λεωφόρου βαίνειν ἄνευ πταισμάτων καὶ τῶν ἐν ποσὶν ὀλίσθων. ἀναγκαίως οὖν τῆς μὲν προτέρας ἔσται θεραπαινὶς ἡ διὰ τῶν φωνητηρίων ὀργάνων ἑρμηνευτικὴ δύναμις καὶ ἡ λογικὴ σοφισμάτων εὕρεσις εὐστόχῳ πιθανότητι καταγοητεύουσα, τῆς δὲ ἀναγκαῖαι τροφαί, πόσις τε καὶ βρῶσις. ὀνόματα δὲ ἡμῖν τῶν δυεῖν θεραπαινίδων ἀνέγραψε, Ζέλφαν τε καὶ Βάλλαν (Gen. 30,3.9). ἡ μὲν οὖν Ζέλφα μεταληφθεῖσα πορευόμενον καλεῖται στόμα, τῆς ἑρμηνευτικῆς καὶ διεξοδικῆς σύμβολον δυνάμεως, ἡ δὲ Βάλλα κατάποσις, τὸ πρῶτον καὶ ἀναγκαιότατον θνητῶν ζῴων ἔρεισμα· καταπόσει γὰρ τὰ σώματα ἡμῶν ἐνορμεῖ, καὶ τὰ τοῦ ζῆν πείσματα ἐκ ταύτης ὡς ἀπὸ κρηπῖδος ἐξῆπται.