<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="21"><p>δίχα γὰρ τοῦ κρίνοντος τὸ κρινόμενον οὐ πέφυκε καταλαμβάνεσθαι·
κρίνει δὲ τὸ αἰσθητὸν αἴσθησις, ὥστ’ ἀκριβωθῆναί τι τῶν
κατὰ τὸν αἰσθητὸν κόσμον, ἐν οἷς ἡ πλείων μοῖρα τοῦ φιλοσοφεῖν, οὐκ
ἐνῆν ἄνευ αἰσθήσεως. αἴσθησις δέ, τὸ σωματοειδέστερον ψυχῆς μέρος,
τῷ τῆς ὅλης ψυχῆς ἀγγείῳ προσερρίζωται, τὸ δὲ τῆς ψυχῆς ἀγγεῖον <lb n="15"/>
 Αἴγυπτος διὰ συμβόλου προσονομάζεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="22"><p>χαρακτὴρ μὲν εἷς ὁ ἀπὸ τοῦ
γένους οὗτος, ὃν ἡ θεραπαινὶς ἀρετῆς ἔλαχεν· ὁ δὲ ἀπὸ τοῦ ὀνόματος
ποῖός ἐστιν, ἐπισκεψώμεθα. τὴν μέσην παιδείαν παροίκου λόγον ἔχειν
συμβέβηκεν· ἐπιστήμη μὲν γὰρ καὶ σοφία καὶ ἀρετὴ πᾶσα αὐθιγενὴς
καὶ αὐτόχθων καὶ πολῖτις ὡς ἀληθῶς ἐστι μόνη τοῦ παντός, αἱ δὲ <lb n="20"/>
ἄλλαι παιδεῖαι δευτέρων καὶ τρίτων καὶ ὑστάτων ἄθλων τυγχάνουσαι
μεθόριοι ξένων καὶ ἀστῶν εἰσιν· οὐδετέρου τε γὰρ γένους ἀκράτου καὶ
 πάλιν ἀμφοῖν κατά τινα κοινωνίαν ἐφάπτονται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="23"><p>πάροικος γὰρ τῷ μὲν
ἐνδιατρίβειν ἀστοῖς, τῷ δὲ μὴ κατοικεῖν ἀλλοδαποῖς ἰσοῦται· καθάπερ,
<note xml:lang="mul" type="footnote"><lb/>1 νόησον L2 ηὐτρεπίσθαι MAH τροφὰς εὐτρεπίσθαι εὐτρεπεῖσθαι F) GF 
<lb/>2 ἑκάστην GF τελειωτέρας F
<lb/>4 δυοῖν Η 4.
<lb/>5 συνίστανται GF 
<lb/>5 μέν] γάρ GF, μὲν γάρ conicio
<lb/>6 δ’ GF
<lb/>7 πολυμαθείας G (Mang.): πολυμαθείαις MAF, πολυμαθίαις H
<lb/>8 ἕτερον G 8.
<lb/>9 χρήζονται Α
<lb/>9 προσχεῖν MA, προσέχειν FL2
<lb/>12 δὲ HGF: γὰρ MA τῶν] τὸν G 
<lb/>13 πλείω F
<lb/>14 ἐνῆν H2GF: ἄν ἣν MA(H1?) τῆς ψυχῆς L2
<lb/>15 τῆς om. G ἀγγεῖον HGF: αἴτιον MA
<lb/>16 Αἴγυπτος H: αἴσθησις ceteri 
<lb/>6 om. G
<lb/>17 θεραπὶς G
<lb/>18 post ποῖος add. ἡ τίς GFL2, ποῖός τις conicio 
<lb/>19 πᾶς GF ἰθαγενὴς Α
<lb/>20 πολίτης AGH1 δ’ GF
<lb/>21 καὶ τρίτων om. Turn.
<lb/>23 πάροικοι HL1
<lb/>24 αὐτοῖς Η μὴ] μόνω G ἀλλοδαπεῖς A, ἀλλοδαπῆς G1 ἰσοῦνται HL1</note> <note xml:lang="mul" type="footnote"><lb/>6 Clem. Alex. Strom.
<lb/>1 31 p. 334 P.: ἑρμηνεύει δὲ ὁ Φίλων τὴν μέν Ἄγαρ παροίκησιν. 
<lb/>8 ibid. §
<lb/>30 Αἴγυπτος δὲ ὁ κόσμος ἀλληγορεῖται.</note>  

<pb n="v.3.p.77"/>
οἶμαι, καὶ οἱ θετοὶ παῖδες, ᾗ μὲν κληρονομοῦσι τὰ τῶν θεμένων, τοῖς
γνησίοις, ᾗ δ’ οὐ γεγέννηνται πρὸς αὐτῶν, τοῖς ὀθνείοις. ὃν δὴ λόγον
ἔχει δέσποινα μὲν πρὸς θεραπαινίδα, γυνὴ δὲ ἀστὴ πρὸς παλλακήν, τοῦτον
ἕξει τὸν λόγον ἀρετὴ Σάρρα πρὸς παιδείαν Ἄγαρ· ὥστ’ εἰκότως
<lb n="5"/> τοῦ θεωρίαν καὶ ἐπιστήμην ἐζηλωκότος, Ἀβραὰμ ὄνομα, γένοιτ’ ἂν ἡ
μὲν ἀρετή, Σάρρα, γυνή, παλλακὴ δὲ Ἄγαρ, ἡ ἐγκύκλιος μουσικὴ πᾶσα.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="24"><p>ᾧτινι μὲν οὖν φρόνησις ἐκ διδασκαλίας περιγίνεται, τὴν Ἄγαρ οὐκ ἂν ἀποδοκιμάζοι· πάνυ γὰρ ἀναγκαία ἡ τῶν προπαιδευμάτων κτῆσις. <milestone unit="altref" n="6"/> εἰ
δέ τις τοὺς ὑπὲρ ἀρετῆς ἄθλους ἐγνωκὼς διαπονεῖν μελέταις χρῆται
<lb n="10"/> συνεχέσιν ἀνενδότως ἔχων πρὸς ἄσκησιν, δύο μὲν ἀστάς, παλλακὰς δὲ
 τὰς ἴσας, τῶν ἀστῶν  <milestone unit="altpage2" n="p. 523 M."/> θεραπαινίδας, ἄξεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.1st1K-grc1" subtype="section" n="25"><p>φύσιν δὲ καὶ ἰδέαν ἔλαχεν αὐτῶν ἑκάστη διάφορον. αὐτίκα τῶν ἀστῶν ἡ μέν ἐστιν ὑγιεινοτάτη
καὶ εὐσταθεστάτη καὶ εἰρηνικωτάτη κίνησις, ἣν ἀπὸ τοῦ συμβεβηκότος
ὠνόμασε Λείαν. ἡ δὲ ἔοικεν ἀκόνῃ, καλεῖται δὲ Ῥαχήλ, πρὸς ἣν ὁ
<lb n="15"/> φίλαθλος καὶ φιλογυμναστὴς νοῦς παραθηγόμενος ὀξύνεται· ἑρμηνεύεται
δὲ ὅρασις βεβηλώσεως, οὐκ ἐπειδὴ βεβήλως ὁρᾷ, ἀλλὰ τοὐναντίον, ὅτι
τὰ ὁρατὰ καὶ αἰσθητὰ παρὰ τὴν ἀκήρατον φύσιν τῶν ἀοράτων καὶ νοητῶν
οὐκ εὐαγῆ βέβηλα δὲ εἶναι νομίζει.</p></div></div></body></text></TEI>