μουσικὴ δὲ τὸ μὲν ἄρρυθμον [ἐν] ῥυθμοῖς, τὸ δ’ ἀνάρμοστον ἁρμονίᾳ, τὸ δ’ ἀπῳδὸν καὶ ἐκμελὲς μέλει κατεπᾴδουσα τὸ ἀσύμφωνον εἰς συμφωνίαν ἄξει. γεωμετρία δ’ ἰσότητος καὶ ἀναλογίας ἐμβαλλομένη τὰ σπέρματα εἰς ψυχὴν φιλομαθῆ γλαφυρότητι συνεχοῦς θεωρίας δικαιοσύνης ζῆλον ἐμποιήσει. ῥητορικὴ δὲ καὶ τὸν νοῦν πρὸς θεωρίαν ἀκονησαμένη καὶ πρὸς ἑρμηνείαν γυμνάσασα τὸν λόγον καὶ συγκροτήσασα λογικὸν ὄντως ἀποδείξει τὸν ἄνθρωπον ἐπιμεληθεῖσα τοῦ ἰδίου καὶ ἐξαιρέτου, ὃ μηδενὶ τῶν ἄλλων ζῴων ἡ φύσις δεδώρηται. διαλεκτικὴ δὲ ἡ ῥητορικῆς ἀδελφὴ καὶ δίδυμος, ὡς εἶπόν τινες, τοὺς ἀληθεῖς τῶν ψευδῶν λόγους διακρίνουσα καὶ τὰς τῶν σοφισμάτων πιθανότητας ἐλέγχουσα μεγάλην νόσον ψυχῆς, ἀπάτην, ἀκέσεται. τούτοις οὖν καὶ τοῖς παραπλησίοις ἐνομιλῆσαι καὶ ἐμπρομελετῆσαι λυσιτελές· ἴσως γάρ, ἴσως, ὃ πολλοῖς συνέβη, διὰ τῶν ὑπηκόων ταῖς βασιλίσιν ἀρεταῖς γνωρισθησόμεθα. οὐχ ὁρᾷς, ὅτι καὶ τὸ σῶμα ἡμῶν οὐ πρότερον πεπηγυίαις καὶ πολυτελέσι χρῆται τροφαῖς, πρὶν ἢ ταῖς ἀποικίλοις καὶ γαλακτώδεσιν ἐν ἡλικίᾳ τῇ βρεφώδει; τὸν 1 γοῦν GF φησί om. Α 2 μέσην fort. secl. τεκνοποιήσῃς L, fort. recte (cf. § 1) 3 ἐπὶ addidi 4 γραμματικὴν Α ἱστορίας τὰς v 5 prius καὶ] τε καὶ GF ἀναδείξας G, ἀναπτύξασα conicio νόησιν] σύνεσιν G πολυμαθίαν G 6 καὶ] καὶ ἔτι GF αἱ om. GF 7 τυφοπλαστοῦσι AF: τυφλοπλαστοῦσι ceteri 8 τε om. GF 9 ἐν seclusi ante ἁρμονίᾳ add. ἐν Η τὸν Η 10 ἐμμελές G1F1L2 μέλη G, μέλος AF2 Turn., βέλος L2(F1?) μέλεσι conicio ἤξει HL2 11 ἰσότης M ἐμβαλλομένη Α: ἀμβαλομένη M, συμβαλλομένη G, in ras. F, αὐτὰ βαλλομένη Η 12 θεωρίαις Turn. 13 ἀκονισαμένη Α 15 ὃ] ὧ G 19. 20 ἐνπροσμελετῆσαι G 22 πολυτελέσι] τελείαις coni. Mang., πολυειδέσι conicio 1—4 Clem. Alex. Strom. 1 § 30 p. 333 P.: ἠξίου δὲ εἰκότως τὸν ἤδη καιρὸν ἔχοντα προκοπῆς τῇ κοσμικῇ παιδείᾳ . . . . συνευνασθῆναι πρότερον, ὕστερον δὲ καὶ αὐτῇ προσελθόντα κατὰ τὴν θείαν πρόνοιαν γεννῆσαι τὸν Ἰσαάκ. 17 Stoici (Zeller III 1 p. 64, de Arnim, Lebeu und Werke des Dio von Prusa p. 77). αὐτὸν δὴ τρόπον καὶ τῇ ψυχῇ παιδικὰς μὲν νόμισον εὐτρεπίσθαι τροφὰς τὰ ἐγκύκλια καὶ τὰ καθ’ ἕκαστον αὐτῶν θεωρήματα, τελειοτέρας δὲ καὶ πρεπούσας ἀνδράσιν ὡς ἀληθῶς τὰς ἀρετάς. Οἱ δὲ πρῶτοι τῆς μέσης παιδείας χαρακτῆρες διὰ δυεῖν παρίστανται συμβόλων, τοῦ τε γένους καὶ τοῦ ὀνόματος. γένος μέν ἐστιν Αἰγυπτία, καλεῖται δὲ Ἄγαρ, τοῦτο δὲ ἑρμηνευθέν ἐστι παροίκησις· ἀνάγκη γὰρ τὸν ἐγχορεύοντα ταῖς ἐγκυκλίοις θεωρίαις καὶ πολυμαθείας ἑταῖρον ὄντα τῷ γεώδει καὶ Αἰγυπτίῳ προσκεκληρῶσθαι σώματι, χρῄζοντα καὶ ὀφθαλμῶν, ὡς ἰδεῖν καὶ ἀναγνῶναι, καὶ ὤτων, ὡς προσσχεῖν τε καὶ ἀκοῦσαι, καὶ τῶν ἄλλων αἰσθήσεων, ὡς ἕκαστον τῶν αἰσθητῶν ἀναπτύξαι.