Χρὴ δ’ εἰδέναι, ὅτι τῶν μεγάλων ὑποθέσεων μεγάλα καὶ τὰ προοίμια εἶναι συμβέβηκε. μεγίστη δὲ ὑπόθεσις ἀρετή· καὶ γὰρ περὶ μεγίστην ὕλην καταγίνεται, τὸν σύμπαντα ἀνθρώπων βίον. εἰκότως οὖν οὐ βραχέσι χρήσεται προοιμίοις, ἀλλὰ γραμματικῇ, γεωμετρίᾳ, ἀστρονομία, ῥητορικῇ, μουσικῇ, τῇ ἄλλῃ λογικῇ θεωρίᾳ πάσῃ, ὧν ἐστι σύμβολον ἡ Σάρας θεραπαινὶς Ἄγαρ, ὡς ἐπιδείξομεν. „εἶπε“ γάρ φησι „Σάρα πρὸς Ἀβραάμ· ἰδοὺ συνέκλεισέ με κύριος τοῦ μὴ τίκτειν· εἴσελθε πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς“ (Gen. 16,1). τὰς σωμάτων πρὸς σώματα μίξεις καὶ ὁμιλίας ἡδονὴν ἐχούσας τὸ τέλος ὑπεξαιρετέον τοῦ παρόντος λόγου· νοῦ γὰρ πρὸς ἀρετήν ἐστι σύνοδος ἐξ αὐτῆς ἐφιεμένου παιδοποιεῖσθαι, εἰ δὲ μὴ δύναιτο εὐθύς, ἀλλά τοι τὴν θεραπαινίθα αὐτῆς, τὴν μέσην παιδείαν, ἐγγυᾶσθαι διδασκομένου. ἄξιον δὲ τῆς αἰδοῦς καταπλαγῆναι σοφίαν, ἥτις τὸ βραδὺ πρὸς γένεσιν ἢ τελέως ἄγονον οὐκ ἠξίωσεν ἡμῖν ὀνειδίσαι, καίτοι τοῦ χρησμοῦ τἀληθὲς εἰπόντος, ὅτι „οὐκ ἔτικτεν,“ οὐ διὰ φθόνον, ἀλλὰ διὰ τὴν ἡμῶν αὐτῶν ἀνεπιτηδειότητα· „συνέκλεισε“ γάρ φησι "μὲ κύριος τοῦ μὴ τίκτειν“, καὶ οὐκέτι προστίθησιν „ὑμῖν“, ἵνα μὴ προφέρειν ἀτυχίαν καὶ ὀνειδίζειν ἑτέροις δοκῇ. 1 αὐτῶν Α ὄψιν GF: τὴν ὄψιν MAH τοῦτ’ F2 οὔ H2: οὖν MAH1, om. GF 2 Σάρραν codd. ἀλλ’ om. GF post, alt. τίκτειν add. τὴν Σάρραν Η 3 αὐτῆς ἐντύχ. transpos. GF ἐντύχοιμεν G (sed οι in ras.): ἐντύχομεν Α, ἐντύχωμεν MKF 4 ἢ Α διὰ secl. Mang. 5 post μουσική add. καὶ ἡ λογικὴ σοφισμάτων γεῦσις νεῦσις G) GF, καὶ λογική add. L2, εὕρεσις pro γεῦσις coni. Mang. (cf. § 29) vel καὶ ἄλλη λογικὴ θεωρία (cf. § 11) αὔλειοι H: αὔλιοι ceteri 6 οὕτω GF 7 πρόκεινται HGF 7 post ὁδός add. τίς GF 8 ἄγουσ F 13 θεραπεία F πᾶσιν ὄν ἐστι Α 14 Σάρρας et Σάρρα codd. 15 με] μοι G 16 ἴνα] εἴ πως GF τεκνοποιήσεις GF 17 πρὸς σωμάτων G 17 ὑπεξέρετε G 19 δὲ καὶ μὴ G εὐθύς] ἐξ αὐτῆς coni. Mang. τοι] τί Α 20 δὲ om. GF 24 γάρ φησι κύριος τοῦ μὴ τίκτειν ἐμέ GFv φησι om. MAH 25 ὑμῖν M(H1): ἡμῖν cetcri προσφέρηται GF ἀτυχίαν καὶ ὀνειδίζειν ΜΑ: ἀδικίαν καὶ ὀνειδίζειν GF, καὶ ὀνειδίζειν ἀτυχίαν Η „εἴσελθε“ οὖν φησι „πρὸς τὴν παιδίσκην μου,“ τὴν τῶν μέσων καὶ ἐγκυκλίων ἐπιστημῶν μέσην παιδείαν, "ἵνα τεκνοποιήσῃ πρότερον ἐξ αὐτῆς“· αὖθις γὰρ δυνήσῃ καὶ τῶν πρὸς τὴν δέσποιναν ὁμιλιῶν ἐπὶ γενέσει παίδων γνησίων ἀπόνασθαι. γραμματικὴ μὲν γὰρ ἱστορίαν τὴν παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν ἀναδιδάξασα νόησιν καὶ πολυμάθειαν ἐργάσεται καὶ καταφρονητικῶς ἔχειν ἀναδιδάξει τῶν ὅσα αἱ κεναὶ δόξαι τυφοπλαστοῦσι, διὰ τὰς κακοπραγίας, αἷς τοὺς ᾀδομένους παρ’ αὐτοῖς ἥρωάς τε καὶ ἡμιθέους λόγος ἔχει χρήσασθαι.